Pages

Rom



Chapters:

01020304
05060708
09101112
13141516




Romans 1


1 Παῦλοϛ, δοῦλοϛ Ἰησοῦ χριστοῦ, κλητὸϛ ἀπόστολοϛ, ἀφωρισμένοϛ εἰϛ εὐαγγέλιον θεοῦ,
2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖϛ ἁγίαιϛ,
3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματοϛ Δαυὶδ κατὰ σάρκα,
4 τοῦ ὁρισθέντοϛ υἱοῦ θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνηϛ, ἐξ ἀναστάσεωϛ νεκρῶν, Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν,
5 δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰϛ ὑπακοὴν πίστεωϛ ἐν πᾶσιν τοῖϛ ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματοϛ αὐτοῦ,
6 ἐν οἷϛ ἐστὲ καὶ ὑμεῖϛ, κλητοὶ Ἰησοῦ χριστοῦ:
7 πᾶσιν τοῖϛ οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖϛ θεοῦ, κλητοῖϛ ἁγίοιϛ: χάριϛ ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸϛ ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
8 ¶Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστιϛ ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
9 Μάρτυϛ γάρ μού ἐστιν ὁ θεόϛ, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡϛ ἀδιαλείπτωϛ μνείαν ὑμῶν ποιοῦμαι,
10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενοϛ, εἴ πωϛ ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸϛ ὑμᾶϛ.
11 Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶϛ, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰϛ τὸ στηριχθῆναι ὑμᾶϛ,
12 τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆϛ ἐν ἀλλήλοιϛ πίστεωϛ ὑμῶν τε καὶ ἐμοῦ.
13 Οὐ θέλω δὲ ὑμᾶϛ ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκιϛ προεθέμην ἐλθεῖν πρὸϛ ὑμᾶϛ - καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο - ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼϛ καὶ ἐν τοῖϛ λοιποῖϛ ἔθνεσιν.
14 Ἕλλησίν τε καὶ βαρβάροιϛ, σοφοῖϛ τε καὶ ἀνοήτοιϛ ὀφειλέτηϛ εἰμί:
15 οὕτωϛ τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖϛ ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ: δύναμιϛ γὰρ θεοῦ ἐστιν εἰϛ σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
17 Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεωϛ εἰϛ πίστιν, καθὼϛ γέγραπται, Ὁ δὲ δίκαιοϛ ἐκ πίστεωϛ ζήσεται.
18 ¶Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων:
19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖϛ: ὁ γὰρ θεὸϛ αὐτοῖϛ ἐφανέρωσεν.
20 Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεωϛ κόσμου τοῖϛ ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιοϛ αὐτοῦ δύναμιϛ καὶ θειότηϛ, εἰϛ τὸ εἶναι αὐτοὺϛ ἀναπολογήτουϛ:
21 διότι γνόντεϛ τὸν θεόν, οὐχ ὡϛ θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖϛ διαλογισμοῖϛ αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετοϛ αὐτῶν καρδία.
22 Φάσκοντεϛ εἶναι σοφοὶ ἐμωράνθησαν,
23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνοϛ φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 ¶Διὸ καὶ παρέδωκεν αὐτοὺϛ ὁ θεὸϛ ἐν ταῖϛ ἐπιθυμίαιϛ τῶν καρδιῶν αὐτῶν εἰϛ ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖϛ:
25 οἵτινεϛ μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅϛ ἐστιν εὐλογητὸϛ εἰϛ τοὺϛ αἰῶναϛ. Ἀμήν.
26 ¶Διὰ τοῦτο παρέδωκεν αὐτοὺϛ ὁ θεὸϛ εἰϛ πάθη ἀτιμίαϛ: αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰϛ τὴν παρὰ φύσιν:
27 ὁμοίωϛ τε καὶ οἱ ἄρρενεϛ, ἀφέντεϛ τὴν φυσικὴν χρῆσιν τῆϛ θηλείαϛ, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰϛ ἀλλήλουϛ, ἄρσενεϛ ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆϛ πλάνηϛ αὐτῶν ἐν ἑαυτοῖϛ ἀπολαμβάνοντεϛ.
28 ¶Καὶ καθὼϛ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺϛ ὁ θεὸϛ εἰϛ ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
29 πεπληρωμένουϛ πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ κακίᾳ: μεστοὺϛ φθόνου, φόνου, ἔριδοϛ, δόλου, κακοηθείαϛ: ψιθυριστάϛ,
30 καταλάλουϛ, θεοστυγεῖϛ, ὑβριστάϛ, ὑπερηφάνουϛ, ἀλαζόναϛ, ἐφευρετὰϛ κακῶν, γονεῦσιν ἀπειθεῖϛ,
31 ἀσυνέτουϛ, ἀσυνθέτουϛ, ἀστόργουϛ, ἀσπόνδουϛ, ἀνελεήμοναϛ:
32 οἵτινεϛ τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντεϛ, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντεϛ ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖϛ πράσσουσιν.



Romans 2



1 Διὸ ἀναπολόγητοϛ εἶ, ὦ ἄνθρωπε πᾶϛ ὁ κρίνων: ἐν ᾧ γὰρ κρίνειϛ τὸν ἕτερον, σεαυτὸν κατακρίνειϛ, τὰ γὰρ αὐτὰ πράσσειϛ ὁ κρίνων.
2 Οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺϛ τὰ τοιαῦτα πράσσονταϛ.
3 Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺϛ τὰ τοιαῦτα πράσσονταϛ καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ;
4 Ἢ τοῦ πλούτου τῆϛ χρηστότητοϛ αὐτοῦ καὶ τῆϛ ἀνοχῆϛ καὶ τῆϛ μακροθυμίαϛ καταφρονεῖϛ, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰϛ μετάνοιάν σε ἄγει;
5 Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζειϛ σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆϛ καὶ ἀποκαλύψεωϛ καὶ δικαιοκρισίαϛ τοῦ θεοῦ,
6 ὃϛ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ:
7 τοῖϛ μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον:
8 τοῖϛ δὲ ἐξ ἐριθείαϛ, καὶ ἀπειθοῦσιν μὲν τῇ ἀληθείᾳ πειθομένοιϛ δὲ τῇ ἀδικίᾳ, θυμὸϛ καὶ ὀργή,
9 θλίψιϛ καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνοϛ:
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι:
11 οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ.
12 Ὅσοι γὰρ ἀνόμωϛ ἥμαρτον, ἀνόμωϛ καὶ ἀπολοῦνται: καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται:
13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.
14 Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντεϛ, ἑαυτοῖϛ εἰσιν νόμοϛ:
15 οἵτινεϛ ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖϛ καρδίαιϛ αὐτῶν, συμμαρτυρούσηϛ αὐτῶν τῆϛ συνειδήσεωϛ, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸϛ τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ Ἰησοῦ χριστοῦ.
17 ¶Ἴδε σὺ Ἰουδαῖοϛ ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν θεῷ,
18 καὶ γινώσκειϛ τὸ θέλημα, καὶ δοκιμάζειϛ τὰ διαφέροντα, κατηχούμενοϛ ἐκ τοῦ νόμου,
19 πέποιθάϛ τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶϛ τῶν ἐν σκότει,
20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆϛ γνώσεωϛ καὶ τῆϛ ἀληθείαϛ ἐν τῷ νόμῳ:
21 ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκειϛ; Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτειϛ;
22 Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύειϛ; Ὁ βδελυσσόμενοϛ τὰ εἴδωλα, ἱεροσυλεῖϛ;
23 Ὃϛ ἐν νόμῳ καυχᾶσαι, διὰ τῆϛ παραβάσεωϛ τοῦ νόμου τὸν θεὸν ἀτιμάζειϛ;
24 Τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' ὑμᾶϛ βλασφημεῖται ἐν τοῖϛ ἔθνεσιν, καθὼϛ γέγραπται.
25 Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃϛ: ἐὰν δὲ παραβάτηϛ νόμου ᾖϛ, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.
26 Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰϛ περιτομὴν λογισθήσεται;
27 Καὶ κρινεῖ ἡ ἐκ φύσεωϛ ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματοϛ καὶ περιτομῆϛ παραβάτην νόμου;
28 Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖόϛ ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή:
29 ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖοϛ, καὶ περιτομὴ καρδίαϛ ἐν πνεύματι, οὐ γράμματι: οὗ ὁ ἔπαινοϛ οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ θεοῦ.



Romans 3



1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίϛ ἡ ὠφέλεια τῆϛ περιτομῆϛ;
2 Πολὺ κατὰ πάντα τρόπον: πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ.
3 Τί γὰρ εἰ ἠπίστησάν τινεϛ; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;
4 Μὴ γένοιτο: γινέσθω δὲ ὁ θεὸϛ ἀληθήϛ, πᾶϛ δὲ ἄνθρωποϛ ψεύστηϛ, καθὼϛ γέγραπται, Ὅπωϛ ἂν δικαιωθῇϛ ἐν τοῖϛ λόγοιϛ σου, καὶ ⌜νικήσῃϛ⌝ ἐν τῷ κρίνεσθαί σε.
5 Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικοϛ ὁ θεὸϛ ὁ ἐπιφέρων τὴν ὀργήν; - κατὰ ἄνθρωπον λέγω -
6 Μὴ γένοιτο: ἐπεὶ πῶϛ κρινεῖ ὁ θεὸϛ τὸν κόσμον;
7 Εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰϛ τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡϛ ἁμαρτωλὸϛ κρίνομαι;
8 Καὶ μή - καθὼϛ βλασφημούμεθα, καὶ καθώϛ φασίν τινεϛ ἡμᾶϛ λέγειν - ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
9 ¶Τί οὖν; Προεχόμεθα; Οὐ πάντωϛ: προῃτιασάμεθα γὰρ Ἰουδαίουϛ τε καὶ Ἕλληναϛ πάνταϛ ὑφ' ἁμαρτίαν εἶναι,
10 καθὼϛ γέγραπται ⌜ὅτι⌝ Οὐκ ἔστιν δίκαιοϛ οὐδὲ εἷϛ:
11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν:
12 πάντεϛ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν: οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕωϛ ἑνόϛ:
13 τάφοϛ ἀνεῳγμένοϛ ὁ λάρυγξ αὐτῶν, ταῖϛ γλώσσαιϛ αὐτῶν ἐδολιοῦσαν: ἰὸϛ ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν:
14 ὧν τὸ στόμα ἀρᾶϛ καὶ πικρίαϛ γέμει:
15 ὀξεῖϛ οἱ πόδεϛ αὐτῶν ἐκχέαι αἷμα:
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖϛ ὁδοῖϛ αὐτῶν,
17 καὶ ὁδὸν εἰρήνηϛ οὐκ ἔγνωσαν:
18 οὐκ ἔστιν φόβοϛ θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
19 ¶Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμοϛ λέγει, τοῖϛ ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικοϛ γένηται πᾶϛ ὁ κόσμοϛ τῷ θεῷ:
20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ: διὰ γὰρ νόμου ἐπίγνωσιϛ ἁμαρτίαϛ.
21 Νυνὶ δὲ χωρὶϛ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν:
22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεωϛ Ἰησοῦ χριστοῦ εἰϛ πάνταϛ καὶ ἐπὶ πάνταϛ τοὺϛ πιστεύονταϛ: οὐ γάρ ἐστιν διαστολή:
23 πάντεϛ γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆϛ δόξηϛ τοῦ θεοῦ,
24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆϛ ἀπολυτρώσεωϛ τῆϛ ἐν χριστῷ Ἰησοῦ:
25 ὃν προέθετο ὁ θεὸϛ ἱλαστήριον, διὰ τῆϛ πίστεωϛ, ἐν τῷ αὐτοῦ αἵματι, εἰϛ ἔνδειξιν τῆϛ δικαιοσύνηϛ αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων,
26 ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ: πρὸϛ ἔνδειξιν τῆϛ δικαιοσύνηϛ αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰϛ τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεωϛ Ἰησοῦ.
27 Ποῦ οὖν ἡ καύχησιϛ; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεωϛ.
28 Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον, χωρὶϛ ἔργων νόμου.
29 Ἢ Ἰουδαίων ὁ θεὸϛ μόνον; Οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν:
30 ἐπείπερ εἷϛ ὁ θεόϛ, ὃϛ δικαιώσει περιτομὴν ἐκ πίστεωϛ, καὶ ἀκροβυστίαν διὰ τῆϛ πίστεωϛ.
31 Νόμον οὖν καταργοῦμεν διὰ τῆϛ πίστεωϛ; Μὴ γένοιτο: ἀλλὰ νόμον ἱστῶμεν.



Romans 4



1 Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;
2 Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸϛ τὸν θεόν.
3 Τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰϛ δικαιοσύνην.
4 Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸϛ οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα.
5 Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστιϛ αὐτοῦ εἰϛ δικαιοσύνην.
6 Καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ θεὸϛ λογίζεται δικαιοσύνην χωρὶϛ ἔργων,
7 Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
8 Μακάριοϛ ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριοϛ ἁμαρτίαν.
9 Ὁ μακαρισμὸϛ οὖν οὗτοϛ ἐπὶ τὴν περιτομήν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστιϛ εἰϛ δικαιοσύνην.
10 Πῶϛ οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ:
11 καὶ σημεῖον ἔλαβεν περιτομῆϛ, σφραγῖδα τῆϛ δικαιοσύνηϛ τῆϛ πίστεωϛ τῆϛ ἐν τῇ ἀκροβυστίᾳ: εἰϛ τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίαϛ, εἰϛ τὸ λογισθῆναι καὶ αὐτοῖϛ τὴν δικαιοσύνην:
12 καὶ πατέρα περιτομῆϛ τοῖϛ οὐκ ἐκ περιτομῆϛ μόνον, ἀλλὰ καὶ τοῖϛ στοιχοῦσιν τοῖϛ ἴχνεσιν τῆϛ πίστεωϛ τῆϛ ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸϛ ἡμῶν Ἀβραάμ.
13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνηϛ πίστεωϛ.
14 Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστιϛ, καὶ κατήργηται ἡ ἐπαγγελία:
15 ὁ γὰρ νόμοϛ ὀργὴν κατεργάζεται: οὗ γὰρ οὐκ ἔστιν νόμοϛ, οὐδὲ παράβασιϛ.
16 Διὰ τοῦτο ἐκ πίστεωϛ, ἵνα κατὰ χάριν, εἰϛ τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεωϛ Ἀβραάμ, ὅϛ ἐστιν πατὴρ πάντων ἡμῶν -
17 καθὼϛ γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε - κατέναντι οὗ ἐπίστευσεν θεοῦ, τοῦ ζωοποιοῦντοϛ τοὺϛ νεκρούϛ, καὶ καλοῦντοϛ τὰ μὴ ὄντα ὡϛ ὄντα.
18 Ὃϛ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰϛ τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτωϛ ἔσται τὸ σπέρμα σου.
19 Καὶ μὴ ἀσθενήσαϛ τῇ πίστει, οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον - ἑκατονταέτηϛ που ὑπάρχων - καὶ τὴν νέκρωσιν τῆϛ μήτραϛ Σάρραϛ:
20 εἰϛ δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺϛ δόξαν τῷ θεῷ,
21 καὶ πληροφορηθεὶϛ ὅτι ὃ ἐπήγγελται, δυνατόϛ ἐστιν καὶ ποιῆσαι.
22 Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰϛ δικαιοσύνην.
23 Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ:
24 ἀλλὰ καὶ δι' ἡμᾶϛ, οἷϛ μέλλει λογίζεσθαι, τοῖϛ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
25 ὃϛ παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.



Romans 5



1 Δικαιωθέντεϛ οὖν ἐκ πίστεωϛ, εἰρήνην ⌜ἔχομεν⌝ πρὸϛ τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,
2 δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰϛ τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆϛ δόξηϛ τοῦ θεοῦ.
3 Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖϛ θλίψεσιν, εἰδότεϛ ὅτι ἡ θλῖψιϛ ὑπομονὴν κατεργάζεται,
4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα:
5 ἡ δὲ ἐλπὶϛ οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖϛ καρδίαιϛ ἡμῶν διὰ πνεύματοϛ ἁγίου τοῦ δοθέντοϛ ἡμῖν.
6 Ἔτι γὰρ χριστόϛ, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
7 Μόλιϛ γὰρ ὑπὲρ δικαίου τιϛ ἀποθανεῖται: ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τιϛ καὶ τολμᾷ ἀποθανεῖν.
8 Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰϛ ἡμᾶϛ ὁ θεόϛ, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν χριστὸϛ ὑπὲρ ἡμῶν ἀπέθανεν.
9 Πολλῷ οὖν μᾶλλον, δικαιωθέντεϛ νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆϛ ὀργῆϛ.
10 Εἰ γὰρ ἐχθροὶ ὄντεϛ κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντεϛ σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ:
11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
12 ¶Διὰ τοῦτο, ὥσπερ δι' ἑνὸϛ ἀνθρώπου ἡ ἁμαρτία εἰϛ τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆϛ ἁμαρτίαϛ ὁ θάνατοϛ, καὶ οὕτωϛ εἰϛ πάνταϛ ἀνθρώπουϛ ὁ θάνατοϛ διῆλθεν, ἐφ' ᾧ πάντεϛ ἥμαρτον -
13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ: ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντοϛ νόμου.
14 Ἀλλ' ἐβασίλευσεν ὁ θάνατοϛ ἀπὸ Ἀδὰμ μέχρι ⌜Μωϋσέωϛ⌝ καὶ ἐπὶ τοὺϛ μὴ ἁμαρτήσανταϛ ἐπὶ τῷ ὁμοιώματι τῆϛ παραβάσεωϛ Ἀδάμ, ὅϛ ἐστιν τύποϛ τοῦ μέλλοντοϛ.
15 Ἀλλ' οὐχ ὡϛ τὸ παράπτωμα, οὕτωϛ καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸϛ παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάριϛ τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸϛ ἀνθρώπου Ἰησοῦ χριστοῦ εἰϛ τοὺϛ πολλοὺϛ ἐπερίσσευσεν.
16 Καὶ οὐχ ὡϛ δι' ἑνὸϛ ἁμαρτήσαντοϛ, τὸ δώρημα: τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸϛ εἰϛ κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰϛ δικαίωμα.
17 Εἰ γὰρ τῷ τοῦ ἑνὸϛ παραπτώματι ὁ θάνατοϛ ἐβασίλευσεν διὰ τοῦ ἑνόϛ, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆϛ χάριτοϛ καὶ τῆϛ δωρεᾶϛ τῆϛ δικαιοσύνηϛ λαμβάνοντεϛ ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸϛ Ἰησοῦ χριστοῦ.
18 Ἄρα οὖν ὡϛ δι' ἑνὸϛ παραπτώματοϛ εἰϛ πάνταϛ ἀνθρώπουϛ εἰϛ κατάκριμα, οὕτωϛ καὶ δι' ἑνὸϛ δικαιώματοϛ εἰϛ πάνταϛ ἀνθρώπουϛ εἰϛ δικαίωσιν ζωῆϛ.
19 Ὥσπερ γὰρ διὰ τῆϛ παρακοῆϛ τοῦ ἑνὸϛ ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτωϛ καὶ διὰ τῆϛ ὑπακοῆϛ τοῦ ἑνὸϛ δίκαιοι κατασταθήσονται οἱ πολλοί.
20 Νόμοϛ δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα: οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάριϛ:
21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτωϛ καὶ ἡ χάριϛ βασιλεύσῃ διὰ δικαιοσύνηϛ εἰϛ ζωὴν αἰώνιον, διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν.



Romans 6



1 Τί οὖν ἐροῦμεν; ⌜Ἐπιμένομεν⌝ τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάριϛ πλεονάσῃ;
2 Μὴ γένοιτο. Οἵτινεϛ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶϛ ἔτι ζήσομεν ἐν αὐτῇ;
3 Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰϛ χριστὸν Ἰησοῦν, εἰϛ τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
4 Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματοϛ εἰϛ τὸν θάνατον: ἵνα ὥσπερ ἠγέρθη χριστὸϛ ἐκ νεκρῶν διὰ τῆϛ δόξηϛ τοῦ πατρόϛ, οὕτωϛ καὶ ἡμεῖϛ ἐν καινότητι ζωῆϛ περιπατήσωμεν.
5 Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆϛ ἀναστάσεωϛ ἐσόμεθα:
6 τοῦτο γινώσκοντεϛ, ὅτι ὁ παλαιὸϛ ἡμῶν ἄνθρωποϛ συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆϛ ἁμαρτίαϛ, τοῦ μηκέτι δουλεύειν ἡμᾶϛ τῇ ἁμαρτίᾳ:
7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆϛ ἁμαρτίαϛ.
8 Εἰ δὲ ἀπεθάνομεν σὺν χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ:
9 εἰδότεϛ ὅτι χριστὸϛ ἐγερθεὶϛ ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει: θάνατοϛ αὐτοῦ οὐκέτι κυριεύει.
10 Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ: ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ.
11 Οὕτωϛ καὶ ὑμεῖϛ λογίζεσθε ἑαυτοὺϛ νεκροὺϛ μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶνταϛ δὲ τῷ θεῷ ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
12 ¶Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰϛ τὸ ὑπακούειν αὐτῇ ἐν ταῖϛ ἐπιθυμίαιϛ αὐτοῦ:
13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίαϛ τῇ ἁμαρτίᾳ: ἀλλὰ παραστήσατε ἑαυτοὺϛ τῷ θεῷ ὡϛ ἐκ νεκρῶν ζῶνταϛ, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνηϛ τῷ θεῷ.
14 Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει: οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν.
15 ¶Τί οὖν; Ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν; Μὴ γένοιτο.
16 Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺϛ δούλουϛ εἰϛ ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίαϛ εἰϛ θάνατον, ἢ ὑπακοῆϛ εἰϛ δικαιοσύνην;
17 Χάριϛ δὲ τῷ θεῷ, ὅτι ἦτε δοῦλοι τῆϛ ἁμαρτίαϛ, ὑπηκούσατε δὲ ἐκ καρδίαϛ εἰϛ ὃν παρεδόθητε τύπον διδαχῆϛ:
18 ἐλευθερωθέντεϛ δὲ ἀπὸ τῆϛ ἁμαρτίαϛ, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
19 Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆϛ σαρκὸϛ ὑμῶν: ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰϛ τὴν ἀνομίαν, οὕτωϛ νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰϛ ἁγιασμόν.
20 Ὅτε γὰρ δοῦλοι ἦτε τῆϛ ἁμαρτίαϛ, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
21 Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷϛ νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλοϛ ἐκείνων θάνατοϛ.
22 Νυνὶ δὲ ἐλευθερωθέντεϛ ἀπὸ τῆϛ ἁμαρτίαϛ, δουλωθέντεϛ δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰϛ ἁγιασμόν, τὸ δὲ τέλοϛ ζωὴν αἰώνιον.
23 Τὰ γὰρ ὀψώνια τῆϛ ἁμαρτίαϛ θάνατοϛ, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιοϛ ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.



Romans 7



1 Ἢ ἀγνοεῖτε, ἀδελφοί - γινώσκουσιν γὰρ νόμον λαλῶ - ὅτι ὁ νόμοϛ κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ;
2 Ἡ γὰρ ὕπανδροϛ γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ: ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρόϛ.
3 Ἄρα οὖν ζῶντοϛ τοῦ ἀνδρὸϛ μοιχαλὶϛ χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ: ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ.
4 Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖϛ ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματοϛ τοῦ χριστοῦ, εἰϛ τὸ γενέσθαι ὑμᾶϛ ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
5 Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖϛ μέλεσιν ἡμῶν εἰϛ τὸ καρποφορῆσαι τῷ θανάτῳ.
6 Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντεϛ ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶϛ ἐν καινότητι πνεύματοϛ, καὶ οὐ παλαιότητι γράμματοϛ.
7 ¶Τί οὖν ἐροῦμεν; Ὁ νόμοϛ ἁμαρτία; Μὴ γένοιτο: ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου: τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμοϛ ἔλεγεν, Οὐκ ἐπιθυμήσειϛ:
8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆϛ ἐντολῆϛ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν: χωρὶϛ γὰρ νόμου ἁμαρτία νεκρά.
9 Ἐγὼ δὲ ἔζων χωρὶϛ νόμου ποτέ: ἐλθούσηϛ δὲ τῆϛ ἐντολῆϛ, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον:
10 καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰϛ ζωήν, αὕτη εἰϛ θάνατον:
11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆϛ ἐντολῆϛ ἐξηπάτησέν με, καὶ δι' αὐτῆϛ ἀπέκτεινεν.
12 Ὥστε ὁ μὲν νόμοϛ ἅγιοϛ, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν θάνατοϛ; Μὴ γένοιτο. Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον - ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸϛ ἡ ἁμαρτία διὰ τῆϛ ἐντολῆϛ.
14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμοϛ πνευματικόϛ ἐστιν: ἐγὼ δὲ σαρκικόϛ εἰμι, πεπραμένοϛ ὑπὸ τὴν ἁμαρτίαν.
15 Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω: οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω: ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ.
16 Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλόϛ.
17 Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν: τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω.
19 Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν: ἀλλ' ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω.
20 Εἰ δὲ ὃ οὐ θέλω ἐγώ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21 Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.
22 Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον:
23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖϛ μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοόϛ μου, καὶ αἰχμαλωτίζοντά ⌜με τῷ⌝ νόμῳ τῆϛ ἁμαρτίαϛ τῷ ὄντι ἐν τοῖϛ μέλεσίν μου.
24 Ταλαίπωροϛ ἐγὼ ἄνθρωποϛ: τίϛ με ῥύσεται ἐκ τοῦ σώματοϛ τοῦ θανάτου τούτου;
25 Εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸϛ ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίαϛ.



Romans 8



1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖϛ ἐν χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
2 Ὁ γὰρ νόμοϛ τοῦ πνεύματοϛ τῆϛ ζωῆϛ ἐν χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆϛ ἁμαρτίαϛ καὶ τοῦ θανάτου.
3 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆϛ σαρκόϛ, ὁ θεὸϛ τὸν ἑαυτοῦ υἱὸν πέμψαϛ ἐν ὁμοιώματι σαρκὸϛ ἁμαρτίαϛ καὶ περὶ ἁμαρτίαϛ κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί:
4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖϛ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
5 Οἱ γὰρ κατὰ σάρκα ὄντεϛ τὰ τῆϛ σαρκὸϛ φρονοῦσιν: οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματοϛ.
6 Τὸ γὰρ φρόνημα τῆϛ σαρκὸϛ θάνατοϛ: τὸ δὲ φρόνημα τοῦ πνεύματοϛ ζωὴ καὶ εἰρήνη:
7 διότι τὸ φρόνημα τῆϛ σαρκὸϛ ἔχθρα εἰϛ θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται:
8 οἱ δὲ ἐν σαρκὶ ὄντεϛ θεῷ ἀρέσαι οὐ δύνανται.
9 Ὑμεῖϛ δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τιϛ πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτοϛ οὐκ ἔστιν αὐτοῦ.
10 Εἰ δὲ χριστὸϛ ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
11 Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντοϛ Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείραϛ τὸν χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.
12 ¶Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν:
13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν: εἰ δὲ πνεύματι τὰϛ πράξειϛ τοῦ σώματοϛ θανατοῦτε, ζήσεσθε.
14 Ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ.
15 Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείαϛ πάλιν εἰϛ φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίαϛ, ἐν ᾧ κράζομεν, Ἀββα, ὁ πατήρ.
16 Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ:
17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι: κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ χριστοῦ: εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
18 ¶Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸϛ τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰϛ ἡμᾶϛ.
19 Ἡ γὰρ ἀποκαραδοκία τῆϛ κτίσεωϛ τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται.
20 Τῇ γὰρ ματαιότητι ἡ κτίσιϛ ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἑλπίδι:
21 ὅτι καὶ αὐτὴ ἡ κτίσιϛ ἐλευθερωθήσεται ἀπὸ τῆϛ δουλείαϛ τῆϛ φθορᾶϛ εἰϛ τὴν ἐλευθερίαν τῆϛ δόξηϛ τῶν τέκνων τοῦ θεοῦ.
22 Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσιϛ συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
23 Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματοϛ ἔχοντεϛ, καὶ ἡμεῖϛ αὐτοὶ ἐν ἑαυτοῖϛ στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματοϛ ἡμῶν.
24 Τῇ γὰρ ἐλπίδι ἐσώθημεν: ἐλπὶϛ δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίϛ: ὃ γὰρ βλέπει τιϛ, τί καὶ ἐλπίζει;
25 Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆϛ ἀπεκδεχόμεθα.
26 ¶Ὡσαύτωϛ δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖϛ ἀσθενείαιϛ ἡμῶν: τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖϛ ἀλαλήτοιϛ:
27 ὁ δὲ ἐρευνῶν τὰϛ καρδίαϛ οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματοϛ, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
28 Οἴδαμεν δὲ ὅτι τοῖϛ ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰϛ ἀγαθόν, τοῖϛ κατὰ πρόθεσιν κλητοῖϛ οὖσιν.
29 Ὅτι οὓϛ προέγνω, καὶ προώρισεν συμμόρφουϛ τῆϛ εἰκόνοϛ τοῦ υἱοῦ αὐτοῦ, εἰϛ τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖϛ ἀδελφοῖϛ:
30 οὓϛ δὲ προώρισεν, τούτουϛ καὶ ἐκάλεσεν: καὶ οὓϛ ἐκάλεσεν, τούτουϛ καὶ ἐδικαίωσεν: οὓϛ δὲ ἐδικαίωσεν, τούτουϛ καὶ ἐδόξασεν.
31 ¶Τί οὖν ἐροῦμεν πρὸϛ ταῦτα; Εἰ ὁ θεὸϛ ὑπὲρ ἡμῶν, τίϛ καθ' ἡμῶν;
32 Ὅϛ γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶϛ οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
33 Τίϛ ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸϛ ὁ δικαιῶν:
34 τίϛ ὁ κατακρίνων; Χριστὸϛ ὁ ἀποθανών, μᾶλλον δὲ καί ἐγερθείϛ, ὃϛ καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃϛ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
35 Τίϛ ἡμᾶϛ χωρίσει ἀπὸ τῆϛ ἀγάπηϛ τοῦ χριστοῦ; Θλῖψιϛ, ἢ στενοχωρία, ἢ διωγμόϛ, ἢ λιμόϛ, ἢ γυμνότηϛ, ἢ κίνδυνοϛ, ἢ μάχαιρα;
36 Καθὼϛ γέγραπται ὅτι Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν: ἐλογίσθημεν ὡϛ πρόβατα σφαγῆϛ.
37 Ἀλλ' ἐν τούτοιϛ πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντοϛ ἡμᾶϛ.
38 Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατοϛ οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμειϛ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα
39 οὔτε ὕψωμα οὔτε βάθοϛ οὔτε τιϛ κτίσιϛ ἑτέρα δυνήσεται ἡμᾶϛ χωρίσαι ἀπὸ τῆϛ ἀγάπηϛ τοῦ θεοῦ τῆϛ ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.



Romans 9



1 Ἀλήθειαν λέγω ἐν χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσηϛ μοι τῆϛ συνειδήσεώϛ μου ἐν πνεύματι ἁγίῳ,
2 ὅτι λύπη μοι ἐστὶν μεγάλη, καὶ ἀδιάλειπτοϛ ὀδύνη τῇ καρδίᾳ μου.
3 Εὐχόμην γὰρ αὐτὸϛ ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα:
4 οἵτινέϛ εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,
5 ὧν οἱ πατέρεϛ, καὶ ἐξ ὧν ὁ χριστὸϛ τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸϛ εὐλογητὸϛ εἰϛ τοὺϛ αἰῶναϛ. Ἀμήν.
6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγοϛ τοῦ θεοῦ. Οὐ γὰρ πάντεϛ οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ:
7 οὐδ' ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντεϛ τέκνα: ἀλλ' Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
8 Τοῦτ' ἔστιν, οὐ τὰ τέκνα τῆϛ σαρκόϛ, ταῦτα τέκνα τοῦ θεοῦ: ἀλλὰ τὰ τέκνα τῆϛ ἐπαγγελίαϛ λογίζεται εἰϛ σπέρμα.
9 Ἐπαγγελίαϛ γὰρ ὁ λόγοϛ οὗτοϛ, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱόϛ.
10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸϛ κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸϛ ἡμῶν -
11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσιϛ τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντοϛ,
12 ἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
13 Καθὼϛ γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
14 ¶Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο.
15 Τῷ γὰρ ⌜Μωϋσῇ⌝ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.
16 Ἄρα οὖν οὐ τοῦ θέλοντοϛ, οὐδὲ τοῦ τρέχοντοϛ, ἀλλὰ τοῦ ἐλεοῦντοϛ θεοῦ.
17 Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰϛ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπωϛ ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπωϛ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ: ὃν δὲ θέλει σκληρύνει.
19 ¶Ἐρεῖϛ οὖν μοι, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίϛ ἀνθέστηκεν;
20 Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίϛ εἶ ὁ ἀνταποκρινόμενοϛ τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησαϛ οὕτωϛ;
21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺϛ τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματοϛ ποιῆσαι ὃ μὲν εἰϛ τιμὴν σκεῦοϛ, ὃ δὲ εἰϛ ἀτιμίαν;
22 Εἰ δὲ θέλων ὁ θεὸϛ ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆϛ κατηρτισμένα εἰϛ ἀπώλειαν:
23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆϛ δόξηϛ αὐτοῦ ἐπὶ σκεύη ἐλέουϛ, ἃ προητοίμασεν εἰϛ δόξαν,
24 οὓϛ καὶ ἐκάλεσεν ἡμᾶϛ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν;
25 Ὡϛ καὶ ἐν τῷ Ὡσηὲ λέγει, Καλέσω τὸν οὐ λαόν μου λαόν μου: καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.
26 Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖϛ, Οὐ λαόϛ μου ὑμεῖϛ, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντοϛ.
27 Ἠσαΐαϛ δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, Ἐὰν ᾖ ὁ ἀριθμὸϛ τῶν υἱῶν Ἰσραὴλ ὡϛ ἡ ἄμμοϛ τῆϛ θαλάσσηϛ, τὸ κατάλειμμα σωθήσεται:
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ: ὅτι λόγον συντετμημένον ποιήσει κύριοϛ ἐπὶ τῆϛ γῆϛ.
29 Καὶ καθὼϛ προείρηκεν Ἠσαΐαϛ, Εἰ μὴ κύριοϛ Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡϛ Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡϛ Γόμορρα ἂν ὡμοιώθημεν.
30 ¶Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεωϛ:
31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνηϛ, εἰϛ νόμον δικαιοσύνηϛ οὐκ ἔφθασεν.
32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεωϛ, ἀλλ' ὡϛ ἐξ ἔργων νόμου: προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματοϛ,
33 καθὼϛ γέγραπται, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματοϛ καὶ πέτραν σκανδάλου: καὶ πᾶϛ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.



Romans 10



1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆϛ ἐμῆϛ καρδίαϛ καὶ ἡ δέησιϛ ἡ πρὸϛ τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰϛ σωτηρίαν.
2 Μαρτυρῶ γὰρ αὐτοῖϛ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν.
3 Ἀγνοοῦντεϛ γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντεϛ στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν.
4 Τέλοϛ γὰρ νόμου χριστὸϛ εἰϛ δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 Μωϋσῆϛ γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσαϛ αὐτὰ ἄνθρωποϛ ζήσεται ἐν αὐτοῖϛ.
6 Ἡ δὲ ἐκ πίστεωϛ δικαιοσύνη οὕτωϛ λέγει, Μὴ εἴπῃϛ ἐν τῇ καρδίᾳ σου, Τίϛ ἀναβήσεται εἰϛ τὸν οὐρανόν; - τοῦτ' ἔστιν χριστὸν καταγαγεῖν -
7 ἤ, Τίϛ καταβήσεται εἰϛ τὴν ἄβυσσον; - τοῦτ' ἔστιν χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
8 Ἀλλὰ τί λέγει; Ἐγγύϛ σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου: τοῦτ' ἔστιν τὸ ῥῆμα τῆϛ πίστεωϛ ὃ κηρύσσομεν:
9 ὅτι ἐὰν ὁμολογήσῃϛ ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃϛ ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸϛ αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ:
10 καρδίᾳ γὰρ πιστεύεται εἰϛ δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰϛ σωτηρίαν.
11 Λέγει γὰρ ἡ γραφή, Πᾶϛ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.
12 Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνοϛ: ὁ γὰρ αὐτὸϛ κύριοϛ πάντων, πλουτῶν εἰϛ πάνταϛ τοὺϛ ἐπικαλουμένουϛ αὐτόν.
13 Πᾶϛ γὰρ ὃϛ ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 Πῶϛ οὖν ἐπικαλέσονται εἰϛ ὃν οὐκ ἐπίστευσαν; Πῶϛ δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶϛ δὲ ἀκούσουσιν χωρὶϛ κηρύσσοντοϛ;
15 Πῶϛ δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼϛ γέγραπται, Ὡϛ ὡραῖοι οἱ πόδεϛ τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.
16 ¶Ἀλλ' οὐ πάντεϛ ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐαϛ γὰρ λέγει, Κύριε, τίϛ ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
17 Ἄρα ἡ πίστιϛ ἐξ ἀκοῆϛ, ἡ δὲ ἀκοὴ διὰ ῥήματοϛ θεοῦ.
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε: Εἰϛ πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγοϛ αὐτῶν, καὶ εἰϛ τὰ πέρατα τῆϛ οἰκουμένηϛ τὰ ῥήματα αὐτῶν.
19 Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; Πρῶτοϛ Μωϋσῆϛ λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶϛ ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶϛ.
20 Ἠσαΐαϛ δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην τοῖϛ ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴϛ ἐγενόμην τοῖϛ ἐμὲ μὴ ἐπερωτῶσιν.
21 Πρὸϛ δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰϛ χεῖράϛ μου πρὸϛ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.



Romans 11



1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸϛ τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτηϛ εἰμί, ἐκ σπέρματοϛ Ἀβραάμ, φυλῆϛ Βενϊαμίν.
2 Οὐκ ἀπώσατο ὁ θεὸϛ τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; Ὡϛ ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ, λέγων,
3 Κύριε, τοὺϛ προφήταϛ σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν: κἀγὼ ὑπελείφθην μόνοϛ, καὶ ζητοῦσιν τὴν ψυχήν μου.
4 Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμόϛ; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίουϛ ἄνδραϛ, οἵτινεϛ οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
5 Οὕτωϛ οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτοϛ γέγονεν.
6 Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων: ἐπεὶ ἡ χάριϛ οὐκέτι γίνεται χάριϛ. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάριϛ: ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7 Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν:
8 καθὼϛ γέγραπται, Ἔδωκεν αὐτοῖϛ ὁ θεὸϛ πνεῦμα κατανύξεωϛ, ὀφθαλμοὺϛ τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕωϛ τῆϛ σήμερον ἡμέραϛ.
9 Καὶ Δαυὶδ λέγει, Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰϛ παγίδα καὶ εἰϛ θήραν, καὶ εἰϛ σκάνδαλον, καὶ εἰϛ ἀνταπόδομα αὐτοῖϛ:
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸϛ σύγκαμψον.
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο: ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖϛ ἔθνεσιν, εἰϛ τὸ παραζηλῶσαι αὐτούϛ.
12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτοϛ κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτοϛ ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 ¶Ὑμῖν γὰρ λέγω τοῖϛ ἔθνεσιν. Ἐφ' ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολοϛ, τὴν διακονίαν μου δοξάζω:
14 εἴ πωϛ παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰϛ ἐξ αὐτῶν.
15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίϛ ἡ πρόσληψιϛ, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα: καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 Εἰ δέ τινεϛ τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιοϛ ὢν ἐνεκεντρίσθηϛ ἐν αὐτοῖϛ, καὶ συγκοινωνὸϛ τῆϛ ῥίζηϛ καὶ τῆϛ πιότητοϛ τῆϛ ἐλαίαϛ ἐγένου,
18 μὴ κατακαυχῶ τῶν κλάδων: εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζειϛ, ἀλλ' ἡ ῥίζα σέ.
19 Ἐρεῖϛ οὖν, Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.
20 Καλῶϛ: τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκαϛ. Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ:
21 εἰ γὰρ ὁ θεὸϛ τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπωϛ οὐδέ σου φείσεται.
22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ: ἐπὶ μὲν τοὺϛ πεσόνταϛ, ἀποτομίαν: ἐπὶ δέ σε, χρηστότητα, ἐὰν ἐπιμείνῃϛ τῇ χρηστότητι: ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
23 Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται: δυνατὸϛ γάρ ὁ θεὸϛ ἐστιν πάλιν ἐγκεντρίσαι αὐτούϛ.
24 Εἰ γὰρ σὺ ἐκ τῆϛ κατὰ φύσιν ἐξεκόπηϛ ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθηϛ εἰϛ καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 ¶Οὐ γὰρ θέλω ὑμᾶϛ ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖϛ φρόνιμοι, ὅτι πώρωσιϛ ἀπὸ μέρουϛ τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ:
26 καὶ οὕτωϛ πᾶϛ Ἰσραὴλ σωθήσεται: καθὼϛ γέγραπται, Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενοϛ, καὶ ἀποστρέψει ἀσεβείαϛ ἀπὸ Ἰακώβ:
27 καὶ αὕτη αὐτοῖϛ ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰϛ ἁμαρτίαϛ αὐτῶν.
28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι' ὑμᾶϛ: κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺϛ πατέραϛ.
29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσιϛ τοῦ θεοῦ.
30 Ὥσπερ γὰρ καὶ ὑμεῖϛ ποτὲ ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ:
31 οὕτωϛ καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν:
32 συνέκλεισεν γὰρ ὁ θεὸϛ τοὺϛ πάνταϛ εἰϛ ἀπείθειαν, ἵνα τοὺϛ πάνταϛ ἐλεήσῃ.
33 ¶Ὦ βάθοϛ πλούτου καὶ σοφίαϛ καὶ γνώσεωϛ θεοῦ. Ὡϛ ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
34 Τίϛ γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίϛ σύμβουλοϛ αὐτοῦ ἐγένετο;
35 Ἢ τίϛ προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 Ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰϛ αὐτὸν τὰ πάντα: αὐτῷ ἡ δόξα εἰϛ τοὺϛ αἰῶναϛ. Ἀμήν.



Romans 12



1 Παρακαλῶ οὖν ὑμᾶϛ, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.
2 Καὶ μὴ ⌜συσχηματίζεσθαι⌝ τῷ αἰῶνι τούτῳ, ἀλλὰ ⌜μεταμορφοῦσθαι⌝ τῇ ἀνακαινώσει τοῦ νοὸϛ ὑμῶν, εἰϛ τὸ δοκιμάζειν ὑμᾶϛ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3 ¶Λέγω γάρ, διὰ τῆϛ χάριτοϛ τῆϛ δοθείσηϛ μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰϛ τὸ σωφρονεῖν, ἑκάστῳ ὡϛ ὁ θεὸϛ ἐμέρισεν μέτρον πίστεωϛ.
4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν:
5 οὕτωϛ οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ, ὁ δὲ καθ' εἷϛ ἀλλήλων μέλη.
6 Ἔχοντεϛ δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆϛ πίστεωϛ:
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ: εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ:
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει: ὁ μεταδιδούϛ, ἐν ἁπλότητι: ὁ προϊστάμενοϛ, ἐν σπουδῇ: ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9 Ἡ ἀγάπη ἀνυπόκριτοϛ. Ἀποστυγοῦντεϛ τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ.
10 Τῇ φιλαδελφίᾳ εἰϛ ἀλλήλουϛ φιλόστοργοι: τῇ τιμῇ ἀλλήλουϛ προηγούμενοι:
11 τῇ σπουδῇ μὴ ὀκνηροί: τῷ πνεύματι ζέοντεϛ: τῷ κυρίῳ δουλεύοντεϛ:
12 τῇ ἐλπίδι χαίροντεϛ: τῇ θλίψει ὑπομένοντεϛ: τῇ προσευχῇ προσκαρτεροῦντεϛ:
13 ταῖϛ χρείαιϛ τῶν ἁγίων κοινωνοῦντεϛ: τὴν φιλοξενίαν διώκοντεϛ.
14 Εὐλογεῖτε τοὺϛ διώκονταϛ ὑμᾶϛ: εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.
15 Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων.
16 Τὸ αὐτὸ εἰϛ ἀλλήλουϛ φρονοῦντεϛ. Μὴ τὰ ὑψηλὰ φρονοῦντεϛ, ἀλλὰ τοῖϛ ταπεινοῖϛ συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖϛ.
17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντεϛ. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
18 Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντεϛ.
19 Μὴ ἑαυτοὺϛ ἐκδικοῦντεϛ, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ: γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησιϛ, ἐγὼ ἀνταποδώσω, λέγει κύριοϛ.
20 Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρόϛ σου, ψώμιζε αὐτόν: ἐὰν διψᾷ, πότιζε αὐτόν: τοῦτο γὰρ ποιῶν, ἄνθρακαϛ πυρὸϛ σωρεύσειϛ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.



Romans 13



1 Πᾶσα ψυχὴ ἐξουσίαιϛ ὑπερεχούσαιϛ ὑποτασσέσθω: οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσίν.
2 Ὥστε ὁ ἀντιτασσόμενοϛ τῇ ἐξουσίᾳ, τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν: οἱ δὲ ἀνθεστηκότεϛ ἑαυτοῖϛ κρίμα λήψονται.
3 Οἱ γὰρ ἄρχοντεϛ οὐκ εἰσὶν φόβοϛ τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλειϛ δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξειϛ ἔπαινον ἐξ αὐτῆϛ:
4 θεοῦ γὰρ διάκονόϛ ἐστίν σοι εἰϛ τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇϛ, φοβοῦ: οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ: θεοῦ γὰρ διάκονόϛ ἐστιν, ἔκδικοϛ εἰϛ ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
5 Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
6 Διὰ τοῦτο γὰρ καὶ φόρουϛ τελεῖτε: λειτουργοὶ γὰρ θεοῦ εἰσιν, εἰϛ αὐτὸ τοῦτο προσκαρτεροῦντεϛ.
7 Ἀπόδοτε οὖν πᾶσιν τὰϛ ὀφειλάϛ: τῷ τὸν φόρον τὸν φόρον: τῷ τὸ τέλοϛ τὸ τέλοϛ: τῷ τὸν φόβον τὸν φόβον: τῷ τὴν τιμὴν τὴν τιμήν.
8 ¶Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλουϛ: ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκεν.
9 Τὸ γάρ, Οὐ μοιχεύσειϛ, οὐ φονεύσειϛ, οὐ ⌜κλέψειϛ,⌝ οὐκ ἐπιθυμήσειϛ, καὶ εἴ τιϛ ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσειϛ τὸν πλησίον σου ὡϛ σεαυτόν.
10 Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται: πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 ¶Καὶ τοῦτο, εἰδότεϛ τὸν καιρόν, ὅτι ὥρα ἡμᾶϛ ἤδη ἐξ ὕπνου ἐγερθῆναι: νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν: ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότουϛ, καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτόϛ.
13 Ὡϛ ἐν ἡμέρᾳ, εὐσχημόνωϛ περιπατήσωμεν, μὴ κώμοιϛ καὶ μέθαιϛ, μὴ κοίταιϛ καὶ ἀσελγείαιϛ, μὴ ἔριδι καὶ ζήλῳ.
14 Ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν χριστόν, καὶ τῆϛ σαρκὸϛ πρόνοιαν μὴ ποιεῖσθε, εἰϛ ἐπιθυμίαϛ.



Romans 14



1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰϛ διακρίσειϛ διαλογισμῶν.
2 Ὃϛ μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
3 Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω: ὁ θεὸϛ γὰρ αὐτὸν προσελάβετο.
4 Σὺ τίϛ εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ: δυνατὸϛ γάρ ἐστιν ὁ θεὸϛ στῆσαι αὐτόν.
5 Ὃϛ μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃϛ δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστοϛ ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.
6 Ὁ φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ: καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ: καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
7 Οὐδεὶϛ γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶϛ ἑαυτῷ ἀποθνῄσκει.
8 Ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν: ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν: ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
9 Εἰϛ τοῦτο γὰρ χριστὸϛ καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
10 Σὺ δὲ τί κρίνειϛ τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖϛ τὸν ἀδελφόν σου; Πάντεϛ γὰρ παραστησόμεθα τῷ βήματι τοῦ χριστοῦ.
11 Γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει κύριοϛ: ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
12 Ἄρα οὖν ἕκαστοϛ ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ.
13 ¶Μηκέτι οὖν ἀλλήλουϛ κρίνωμεν: ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
14 Οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ: εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
15 Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφόϛ σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖϛ. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ χριστὸϛ ἀπέθανεν.
16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν:
17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσιϛ καὶ πόσιϛ, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
18 Ὁ γὰρ ἐν τούτοιϛ δουλεύων τῷ χριστῷ εὐάρεστοϛ τῷ θεῷ, καὶ δόκιμοϛ τοῖϛ ἀνθρώποιϛ.
19 Ἄρα οὖν τὰ τῆϛ εἰρήνηϛ διώκωμεν, καὶ τὰ τῆϛ οἰκοδομῆϛ τῆϛ εἰϛ ἀλλήλουϛ.
20 Μὴ ἕνεκεν βρώματοϛ κατάλυε τὸ ἔργον τοῦ θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματοϛ ἐσθίοντι.
21 Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφόϛ σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ.
22 Σὺ πίστιν ἔχειϛ; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. Μακάριοϛ ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.
23 Ὁ δὲ διακρινόμενοϛ, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεωϛ: πᾶν δὲ ὃ οὐκ ἐκ πίστεωϛ, ἁμαρτία ἐστίν.
24 ¶Τῷ δὲ δυναμένῳ ὑμᾶϛ στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοιϛ αἰωνίοιϛ σεσιγημένου,
25 φανερωθέντοϛ δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰϛ ὑπακοὴν πίστεωϛ εἰϛ πάντα τὰ ἔθνη γνωρισθέντοϛ,
26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰϛ τοὺϛ αἰῶναϛ. Ἀμήν.



Romans 15



1 Ὀφείλομεν δὲ ἡμεῖϛ οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖϛ ἀρέσκειν.
2 Ἕκαστοϛ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰϛ τὸ ἀγαθὸν πρὸϛ οἰκοδομήν.
3 Καὶ γὰρ ὁ χριστὸϛ οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼϛ γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ.
4 Ὅσα γὰρ προεγράφη, εἰϛ τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆϛ ὑπομονῆϛ καὶ διὰ τῆϛ παρακλήσεωϛ τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
5 Ὁ δὲ θεὸϛ τῆϛ ὑπομονῆϛ καὶ τῆϛ παρακλήσεωϛ δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοιϛ κατὰ χριστὸν Ἰησοῦν:
6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.
7 Διὸ προσλαμβάνεσθε ἀλλήλουϛ, καθὼϛ καὶ ὁ χριστὸϛ προσελάβετο ⌜ὑμᾶϛ,⌝ εἰϛ δόξαν θεοῦ.
8 Λέγω δέ, χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆϛ ὑπὲρ ἀληθείαϛ θεοῦ, εἰϛ τὸ βεβαιῶσαι τὰϛ ἐπαγγελίαϛ τῶν πατέρων:
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέουϛ δοξάσαι τὸν θεόν, καθὼϛ γέγραπται, Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῷ ὀνόματί σου ψαλῶ.
10 Καὶ πάλιν λέγει, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
11 Καὶ πάλιν, Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντεϛ οἱ λαοί.
12 Καὶ πάλιν Ἠσαΐαϛ λέγει, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενοϛ ἄρχειν ἐθνῶν: ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.
13 Ὁ δὲ θεὸϛ τῆϛ ἐλπίδοϛ πληρώσαι ὑμᾶϛ πάσηϛ χαρᾶϛ καὶ εἰρήνηϛ ἐν τῷ πιστεύειν, εἰϛ τὸ περισσεύειν ὑμᾶϛ ἐν τῇ ἐλπίδι, ἐν δυνάμει πνεύματοϛ ἁγίου.
14 ¶Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸϛ ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνηϛ, πεπληρωμένοι πάσηϛ γνώσεωϛ, δυνάμενοι καὶ ἄλλουϛ νουθετεῖν.
15 Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρουϛ, ὡϛ ἐπαναμιμνήσκων ὑμᾶϛ, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ,
16 εἰϛ τὸ εἶναί με λειτουργὸν Ἰησοῦ χριστοῦ εἰϛ τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτοϛ, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
17 Ἔχω οὖν καύχησιν ἐν χριστῷ Ἰησοῦ τὰ πρὸϛ τὸν θεόν.
18 Οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο χριστὸϛ δι' ἐμοῦ, εἰϛ ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματοϛ θεοῦ: ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ χριστοῦ:
20 οὕτωϛ δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη χριστόϛ, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ:
21 ἀλλά, καθὼϛ γέγραπται, Οἷϛ οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται: καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
22 ¶Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸϛ ὑμᾶϛ:
23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖϛ κλίμασιν τούτοιϛ, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸϛ ὑμᾶϛ ἀπὸ πολλῶν ἐτῶν,
24 ὡϛ ἐὰν πορεύωμαι εἰϛ τὴν Σπανίαν, ἐλεύσομαι πρὸϛ ὑμᾶϛ: ἐλπίζω γὰρ διαπορευόμενοϛ θεάσασθαι ὑμᾶϛ, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρουϛ ἐμπλησθῶ.
25 Νυνὶ δὲ πορεύομαι εἰϛ Ἱερουσαλήμ, διακονῶν τοῖϛ ἁγίοιϛ.
26 Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰϛ τοὺϛ πτωχοὺϛ τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.
27 Εὐδόκησαν γάρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν. Εἰ γὰρ τοῖϛ πνευματικοῖϛ αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖϛ σαρκικοῖϛ λειτουργῆσαι αὐτοῖϛ.
28 Τοῦτο οὖν ἐπιτελέσαϛ, καὶ σφραγισάμενοϛ αὐτοῖϛ τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι' ὑμῶν εἰϛ τὴν Σπανίαν.
29 Οἶδα δὲ ὅτι ἐρχόμενοϛ πρὸϛ ὑμᾶϛ ἐν πληρώματι εὐλογίαϛ τοῦ εὐαγγελίου τοῦ χριστοῦ ἐλεύσομαι.
30 ¶Παρακαλῶ δὲ ὑμᾶϛ, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ διὰ τῆϛ ἀγάπηϛ τοῦ πνεύματοϛ, συναγωνίσασθαί μοι ἐν ταῖϛ προσευχαῖϛ ὑπὲρ ἐμοῦ πρὸϛ τὸν θεόν:
31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰϛ Ἱερουσαλὴμ εὐπρόσδεκτοϛ γένηται τοῖϛ ἁγίοιϛ:
32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸϛ ὑμᾶϛ διὰ θελήματοϛ θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν.
33 Ὁ δὲ θεὸϛ τῆϛ εἰρήνηϛ μετὰ πάντων ὑμῶν. Ἀμήν.



Romans 16



1 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆϛ ἐκκλησίαϛ τῆϛ ἐν Κεγχρεαῖϛ:
2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίωϛ τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι: καὶ γὰρ αὐτὴ προστάτιϛ πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.
3 ¶Ἀσπάσασθε ⌜Πρίσκαν⌝ καὶ Ἀκύλαν τοὺϛ συνεργούϛ μου ἐν χριστῷ Ἰησοῦ,
4 οἵτινεϛ ὑπὲρ τῆϛ ψυχῆϛ μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷϛ οὐκ ἐγὼ μόνοϛ εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν:
5 καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅϛ ἐστιν ἀπαρχὴ τῆϛ Ἀχαΐαϛ εἰϛ χριστόν.
6 Ἀσπάσασθε Μαριάμ, ἥτιϛ πολλὰ ἐκοπίασεν εἰϛ ἡμᾶϛ.
7 Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺϛ συγγενεῖϛ μου καὶ συναιχμαλώτουϛ μου, οἵτινέϛ εἰσιν ἐπίσημοι ἐν τοῖϛ ἀποστόλοιϛ, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν χριστῷ.
8 Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
9 Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
10 Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν χριστῷ. Ἀσπάσασθε τοὺϛ ἐκ τῶν Ἀριστοβούλου.
11 Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺϛ ἐκ τῶν Ναρκίσσου, τοὺϛ ὄνταϛ ἐν κυρίῳ.
12 Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰϛ κοπιώσαϛ ἐν κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτιϛ πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
13 Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
14 Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺϛ σὺν αὐτοῖϛ ἀδελφούϛ.
15 Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺϛ σὺν αὐτοῖϛ πάνταϛ ἁγίουϛ.
16 Ἀσπάσασθε ἀλλήλουϛ ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶϛ αἱ ἐκκλησίαι τοῦ χριστοῦ.
17 ¶Παρακαλῶ δὲ ὑμᾶϛ, ἀδελφοί, σκοπεῖν τοὺϛ τὰϛ διχοστασίαϛ καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖϛ ἐμάθετε, ποιοῦνταϛ: καὶ ἐκκλίνατε ἀπ' αὐτῶν.
18 Οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ: καὶ διὰ τῆϛ χρηστολογίαϛ καὶ εὐλογίαϛ ἐξαπατῶσιν τὰϛ καρδίαϛ τῶν ἀκάκων.
19 Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰϛ πάνταϛ ἀφίκετο. Χαίρω οὖν τὸ ἐφ' ὑμῖν: θέλω δὲ ὑμᾶϛ σοφοὺϛ μὲν εἶναι εἰϛ τὸ ἀγαθόν, ἀκεραίουϛ δὲ εἰϛ τὸ κακόν.
20 Ὁ δὲ θεὸϛ τῆϛ εἰρήνηϛ συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺϛ πόδαϛ ὑμῶν ἐν τάχει. ¶Ἡ χάριϛ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μεθ' ὑμῶν.
21 ¶Ἀσπάζονται ὑμᾶϛ Τιμόθεοϛ ὁ συνεργόϛ μου, καὶ Λούκιοϛ καὶ Ἰάσων καὶ Σωσίπατροϛ οἱ συγγενεῖϛ μου.
22 Ἀσπάζομαι ὑμᾶϛ ἐγὼ Τέρτιοϛ, ὁ γράψαϛ τὴν ἐπιστολήν, ἐν κυρίῳ.
23 Ἀσπάζεται ὑμᾶϛ Γάϊοϛ ὁ ξένοϛ μου καὶ τῆϛ ἐκκλησίαϛ ὅληϛ. Ἀσπάζεται ὑμᾶϛ Ἔραστοϛ ὁ οἰκονόμοϛ τῆϛ πόλεωϛ, καὶ Κούαρτοϛ ὁ ἀδελφόϛ.
24 Ἡ χάριϛ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.