Pages

Mark


Chapters:

01020304
05060708
09101112
13141516

Mark 1

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ, υἱοῦ τοῦ θεοῦ: 2 ¶Ὡϛ γέγραπται ἐν τοῖϛ προφήταιϛ, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃϛ κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 3 Φωνὴ βοῶντοϛ ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου: εὐθείαϛ ποιεῖτε τὰϛ τρίβουϛ αὐτοῦ. 4 Ἐγένετο Ἰωάννηϛ βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίαϛ εἰϛ ἄφεσιν ἁμαρτιῶν. 5 Καὶ ἐξεπορεύετο πρὸϛ αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντεϛ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰϛ ἁμαρτίαϛ αὐτῶν. 6 Ἦν δὲ ὁ Ἰωάννηϛ ἐνδεδυμένοϛ τρίχαϛ καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδαϛ καὶ μέλι ἄγριον. 7 Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ὁ ἰσχυρότερόϛ μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸϛ κύψαϛ λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶϛ ἐν ὕδατι: αὐτὸϛ δὲ βαπτίσει ὑμᾶϛ ἐν πνεύματι ἁγίῳ. 9 ¶Καὶ ἐγένετο ἐν ἐκείναιϛ ταῖϛ ἡμέραιϛ, ἦλθεν Ἰησοῦϛ ἀπὸ Ναζαρὲτ τῆϛ Γαλιλαίαϛ, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰϛ τὸν Ἰορδάνην. 10 Καὶ εὐθέωϛ ἀναβαίνων ἀπὸ τοῦ ὕδατοϛ, εἶδεν σχιζομένουϛ τοὺϛ οὐρανούϛ, καὶ τὸ πνεῦμα ⌜ὡσεὶ⌝ περιστερὰν καταβαῖνον ἐπ' αὐτόν: 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱόϛ μου ὁ ἀγαπητόϛ, ἐν ᾧ εὐδόκησα. 12 ¶Καὶ εὐθὺϛ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰϛ τὴν ἔρημον. 13 Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέραϛ τεσσαράκοντα πειραζόμενοϛ ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14 ¶Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦϛ εἰϛ τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆϛ βασιλείαϛ τοῦ θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρόϛ, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ: μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 16 ¶Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆϛ Γαλιλαίαϛ εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, τοῦ Σίμωνοϛ βάλλονταϛ ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ: ἦσαν γὰρ ἁλιεῖϛ. 17 Καὶ εἶπεν αὐτοῖϛ ὁ Ἰησοῦϛ, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶϛ γενέσθαι ἁλιεῖϛ ἀνθρώπων. 18 Καὶ εὐθέωϛ ἀφέντεϛ τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰϛ ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺϛ ἐν τῷ πλοίῳ καταρτίζονταϛ τὰ δίκτυα. 20 Καὶ εὐθέωϛ ἐκάλεσεν αὐτούϛ: καὶ ἀφέντεϛ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 ¶Καὶ εἰσπορεύονται εἰϛ Καπερναούμ: καὶ εὐθέωϛ τοῖϛ σάββασιν εἰσελθὼν εἰϛ τὴν συναγωγήν, ἐδίδασκεν. 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ: ἦν γὰρ διδάσκων αὐτοὺϛ ὡϛ ἐξουσίαν ἔχων, καὶ οὐχ ὡϛ οἱ γραμματεῖϛ. 23 Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωποϛ ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν, 24 λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθεϛ ἀπολέσαι ἡμᾶϛ; Οἶδά σε τίϛ εἶ, ὁ ἅγιοϛ τοῦ θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦϛ, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν πάντεϛ, ὥστε συζητεῖν πρὸϛ ἑαυτούϛ, λέγονταϛ, Τί ἐστιν τοῦτο; Τίϛ ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ' ἐξουσίαν καὶ τοῖϛ πνεύμασιν τοῖϛ ἀκαθάρτοιϛ ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 Ἐξῆλθεν δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺϛ εἰϛ ὅλην τὴν περίχωρον τῆϛ Γαλιλαίαϛ. 29 ¶Καὶ εὐθέωϛ ἐκ τῆϛ συναγωγῆϛ ἐξελθόντεϛ, ἦλθον εἰϛ τὴν οἰκίαν Σίμωνοϛ καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 Ἡ δὲ πενθερὰ Σίμωνοϛ κατέκειτο πυρέσσουσα, καὶ εὐθέωϛ λέγουσιν αὐτῷ περὶ αὐτῆϛ: 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσαϛ τῆϛ χειρὸϛ αὐτῆϛ: καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸϛ εὐθέωϛ, καὶ διηκόνει αὐτοῖϛ. 32 ¶Ὀψίαϛ δὲ γενομένηϛ, ὅτε ἔδυ ὁ ἥλιοϛ, ἔφερον πρὸϛ αὐτὸν πάνταϛ τοὺϛ κακῶϛ ἔχονταϛ καὶ τοὺϛ δαιμονιζομένουϛ: 33 καὶ ἡ πόλιϛ ὅλη ἐπισυνηγμένη ἦν πρὸϛ τὴν θύραν. 34 Καὶ ἐθεράπευσεν πολλοὺϛ κακῶϛ ἔχονταϛ ποικίλαιϛ νόσοιϛ, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν ⌜αὐτόν.⌝  35 ¶Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰϛ ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰϛ ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ' αὐτοῦ: 37 καὶ εὑρόντεϛ αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντεϛ σε ζητοῦσιν. 38 Καὶ λέγει αὐτοῖϛ, Ἄγωμεν εἰϛ τὰϛ ἐχομέναϛ κωμοπόλειϛ, ἵνα καὶ ἐκεῖ κηρύξω: εἰϛ τοῦτο γὰρ ἐξελήλυθα.  39 Καὶ ἦν κηρύσσων ἐν ταῖϛ συναγωγαῖϛ αὐτῶν εἰϛ ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 ¶Καὶ ἔρχεται πρὸϛ αὐτὸν λεπρόϛ, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃϛ, δύνασαί με καθαρίσαι. 41 Ὁ δὲ Ἰησοῦϛ σπλαγχνισθείϛ, ἐκτείναϛ τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ εἰπόντοϛ αὐτοῦ εὐθέωϛ ἀπῆλθεν ἀπ' αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενοϛ αὐτῷ, εὐθέωϛ ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα, μηδενὶ μηδὲν εἴπῃϛ: ἀλλ' ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆϛ, εἰϛ μαρτύριον αὐτοῖϛ. 45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶϛ εἰϛ πόλιν εἰσελθεῖν, ἀλλ' ἔξω ἐν ἐρήμοιϛ τόποιϛ ἦν: καὶ ἤρχοντο πρὸϛ αὐτὸν πανταχόθεν.

Mark 2

1 Καὶ εἰσῆλθεν πάλιν εἰϛ Καπερναοὺμ δι' ἡμερῶν: καὶ ἠκούσθη ὅτι εἰϛ οἶκόν ἐστιν. 2 Καὶ εὐθέωϛ συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸϛ τὴν θύραν: καὶ ἐλάλει αὐτοῖϛ τὸν λόγον. 3 Καὶ ἔρχονται πρὸϛ αὐτόν, παραλυτικὸν φέροντεϛ, αἰρόμενον ὑπὸ τεσσάρων. 4 Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντεϛ χαλῶσιν τὸν ⌜κράββατον⌝ ἐφ' ᾧ ὁ παραλυτικὸϛ κατέκειτο. 5 Ἰδὼν δὲ ὁ Ἰησοῦϛ τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 6 Ἦσαν δέ τινεϛ τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖϛ καρδίαιϛ αὐτῶν, 7 Τί οὗτοϛ οὕτωϛ λαλεῖ βλασφημίαϛ; Τίϛ δύναται ἀφιέναι ἁμαρτίαϛ εἰ μὴ εἷϛ, ὁ θεόϛ; 8 Καὶ εὐθέωϛ ἐπιγνοὺϛ ὁ Ἰησοῦϛ τῷ πνεύματι αὐτοῦ ὅτι οὕτωϛ αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖϛ, εἶπεν αὐτοῖϛ, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖϛ καρδίαιϛ ὑμῶν; 9 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ⌜Ἔγειραι,⌝ καὶ ἆρόν σου τὸν ⌜κράββατον,⌝ καὶ περιπάτει; 10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸϛ τοῦ ἀνθρώπου ⌜ἀφιέναι ἐπὶ τῆϛ γῆϛ⌝ ἁμαρτίαϛ - λέγει τῷ παραλυτικῷ - 11 Σοὶ λέγω, ⌜ἔγειραι⌝ καὶ ἆρον τὸν ⌜κράββατόν⌝ σου, καὶ ὕπαγε εἰϛ τὸν οἶκόν σου. 12 Καὶ ἠγέρθη εὐθέωϛ, καὶ ἄραϛ τὸν ⌜κράββατον,⌝ ἐξῆλθεν ἐναντίον πάντων: ὥστε ἐξίστασθαι πάνταϛ, καὶ δοξάζειν τὸν θεόν, λέγονταϛ ὅτι Οὐδέποτε οὕτωϛ εἴδομεν. 13 ¶Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν: καὶ πᾶϛ ὁ ὄχλοϛ ἤρχετο πρὸϛ αὐτόν, καὶ ἐδίδασκεν αὐτούϛ. 14 Καὶ παράγων εἶδεν ⌜Λευῒ⌝ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰϛ ἠκολούθησεν αὐτῷ. 15 Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖϛ μαθηταῖϛ αὐτοῦ: ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. 16 Καὶ οἱ γραμματεῖϛ καὶ οἱ Φαρισαῖοι, ἰδόντεϛ αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖϛ μαθηταῖϛ αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; 17 Καὶ ἀκούσαϛ ὁ Ἰησοῦϛ λέγει αὐτοῖϛ, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντεϛ ἰατροῦ, ἀλλ' οἱ κακῶϛ ἔχοντεϛ. Οὐκ ἦλθον καλέσαι δικαίουϛ, ἀλλὰ ἁμαρτωλουϛ εἰϛ μετάνοιαν. 18 ¶Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντεϛ: καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 Καὶ εἶπεν αὐτοῖϛ ὁ Ἰησοῦϛ, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνοϛ, ἐν ᾧ ὁ νυμφίοϛ μετ' αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ' ἑαυτῶν ἔχουσιν τὸν νυμφίον, οὐ δύνανται νηστεύειν: 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίοϛ, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναιϛ ταῖϛ ἡμέραιϛ. 21 Καὶ οὐδεὶϛ ἐπίβλημα ῥάκουϛ ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ: εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 Καὶ οὐδεὶϛ βάλλει οἶνον νέον εἰϛ ἀσκοὺϛ παλαιούϛ: εἰ δὲ μή, ῥήσσει ὁ οἶνοϛ ὁ νέοϛ τοὺϛ ἀσκούϛ, καὶ ὁ οἶνοϛ ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται: ἀλλὰ οἶνον νέον εἰϛ ἀσκοὺϛ καινοὺϛ βλητέον.  23 ¶Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖϛ σάββασιν διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντεϛ τοὺϛ στάχυαϛ. 24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖϛ σάββασιν ὃ οὐκ ἔξεστιν; 25 Καὶ αὐτὸϛ ἔλεγεν αὐτοῖϛ, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸϛ καὶ οἱ μετ' αὐτοῦ; 26 Πῶϛ εἰσῆλθεν εἰϛ τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέωϛ, καὶ τοὺϛ ἄρτουϛ τῆϛ προθέσεωϛ ἔφαγεν, οὓϛ οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖϛ ἱερεῦσιν, καὶ ἔδωκεν καὶ τοῖϛ σὺν αὐτῷ οὖσιν; 27 Καὶ ἔλεγεν αὐτοῖϛ, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωποϛ διὰ τὸ σάββατον: 28 ὥστε κύριόϛ ἐστιν ὁ υἱὸϛ τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Mark 3

1 Καὶ εἰσῆλθεν πάλιν εἰϛ τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωποϛ ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 Καὶ παρετήρουν αὐτὸν εἰ τοῖϛ σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰϛ τὸ μέσον. 4 Καὶ λέγει αὐτοῖϛ, Ἔξεστιν τοῖϛ σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5 Καὶ περιβλεψάμενοϛ αὐτοὺϛ μετ' ὀργῆϛ, συλλυπούμενοϛ ἐπὶ τῇ πωρώσει τῆϛ καρδίαϛ αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινεν, καὶ ⌜ἀποκατεστάθη⌝ ἡ χεὶρ αὐτοῦ ὑγιὴϛ ὡϛ ἡ ἄλλη. 6 Καὶ ἐξελθόντεϛ οἱ Φαρισαῖοι εὐθέωϛ μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ' αὐτοῦ, ὅπωϛ αὐτὸν ἀπολέσωσιν. 7 Καὶ ὁ Ἰησοῦϛ ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸϛ τὴν θάλασσαν: καὶ πολὺ πλῆθοϛ ἀπὸ τῆϛ Γαλιλαίαϛ ⌜ἠκολούθησαν⌝ αὐτῷ, καὶ ἀπὸ τῆϛ Ἰουδαίαϛ, 8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆϛ Ἰδουμαίαϛ, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθοϛ πολύ, ἀκούσαντεϛ ὅσα ἐποίει, ἦλθον πρὸϛ αὐτόν. 9 Καὶ εἶπεν τοῖϛ μαθηταῖϛ αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10 Πολλοὺϛ γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγαϛ. 11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζεν, λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸϛ τοῦ θεοῦ. 12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖϛ ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν. 13 ¶Καὶ ἀναβαίνει εἰϛ τὸ ὄροϛ, καὶ προσκαλεῖται οὓϛ ἤθελεν αὐτόϛ: καὶ ἀπῆλθον πρὸϛ αὐτόν. 14 Καὶ ἐποίησεν δώδεκα, ἵνα ὦσιν μετ' αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺϛ κηρύσσειν, 15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰϛ νόσουϛ, καὶ ἐκβάλλειν τὰ δαιμόνια: 16 καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον: 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου: καὶ ἐπέθηκεν αὐτοῖϛ ὀνόματα Βοανεργέϛ, ὅ ἐστιν, Υἱοὶ Βροντῆϛ: 18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,  19 καὶ Ἰούδαν Ἰσκαριώτην, ὃϛ καὶ παρέδωκεν αὐτόν. ¶Καὶ ἔρχονται εἰϛ οἶκον: 20 καὶ συνέρχεται πάλιν ὄχλοϛ, ὥστε μὴ δύνασθαι αὐτοὺϛ μήτε ἄρτον φαγεῖν. 21 Καὶ ἀκούσαντεϛ οἱ παρ' αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν: ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22 Καὶ οἱ γραμματεῖϛ οἱ ἀπὸ Ἱεροσολύμων καταβάντεϛ ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 Καὶ προσκαλεσάμενοϛ αὐτούϛ, ἐν παραβολαῖϛ ἔλεγεν αὐτοῖϛ, Πῶϛ δύναται Σατανᾶϛ Σατανᾶν ἐκβάλλειν; 24 Καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25 Καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. 26 Καὶ εἰ ὁ Σατανᾶϛ ἀνέστη ἐφ' ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλοϛ ἔχει. 27 Οὐδεὶϛ δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰϛ τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⌜διαρπάσῃ.⌝  28 Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖϛ υἱοῖϛ τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσαϛ ἂν βλασφημήσωσιν: 29 ὃϛ δ' ἂν βλασφημήσῃ εἰϛ τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰϛ τὸν αἰῶνα, ἀλλ' ἔνοχόϛ ἐστιν αἰωνίου κρίσεωϛ.  30 Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει. 31 ¶Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτεϛ ἀπέστειλαν πρὸϛ αὐτόν, φωνοῦντεϛ αὐτόν. 32 Καὶ ἐκάθητο ὄχλοϛ περὶ αὐτόν: εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε. 33 Καὶ ἀπεκρίθη αὐτοῖϛ λέγων, Τίϛ ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;  34 Καὶ περιβλεψάμενοϛ κύκλῳ τοὺϛ περὶ αὐτὸν καθημένουϛ, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35 Ὃϛ γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτοϛ ἀδελφόϛ μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστίν.

Mark 4

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη πρὸϛ αὐτὸν ὄχλοϛ πολύϛ, ὥστε αὐτὸν ἐμβάντα εἰϛ τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ: καὶ πᾶϛ ὁ ὄχλοϛ πρὸϛ τὴν θάλασσαν ἐπὶ τῆϛ γῆϛ ἦν.  2 Καὶ ἐδίδασκεν αὐτοὺϛ ἐν παραβολαῖϛ πολλά, καὶ ἔλεγεν αὐτοῖϛ ἐν τῇ διδαχῇ αὐτοῦ, 3 Ἀκούετε: ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι: 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδεϛ, ὅπου οὐκ εἶχεν γῆν πολλήν: καὶ εὐθέωϛ ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθοϛ γῆϛ: 6 ἡλίου δὲ ἀνατείλαντοϛ ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 Καὶ ἄλλο ἔπεσεν εἰϛ τὰϛ ἀκάνθαϛ, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8 Καὶ ἄλλο ἔπεσεν εἰϛ τὴν γῆν τὴν καλήν: καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. 9 Καὶ ἔλεγεν Ὃ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 10 ¶Ὅτε δὲ ἐγένετο καταμόναϛ, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖϛ δώδεκα τὴν παραβολήν. 11 Καὶ ἔλεγεν αὐτοῖϛ, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆϛ βασιλείαϛ τοῦ θεοῦ: ἐκείνοιϛ δὲ τοῖϛ ἔξω, ἐν παραβολαῖϛ τὰ πάντα γίνεται: 12 ἵνα βλέποντεϛ βλέπωσιν, καὶ μὴ ἴδωσιν: καὶ ἀκούοντεϛ ἀκούωσιν, καὶ μὴ συνιῶσιν: μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖϛ τὰ ἁμαρτήματα. 13 Καὶ λέγει αὐτοῖϛ, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶϛ πάσαϛ τὰϛ παραβολὰϛ γνώσεσθε; 14 Ὁ σπείρων τὸν λόγον σπείρει. 15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγοϛ, καὶ ὅταν ἀκούσωσιν, εὐθέωϛ ἔρχεται ὁ Σατανᾶϛ καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖϛ καρδίαιϛ αὐτῶν. 16 Καὶ οὗτοί εἰσιν ὁμοίωϛ οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέωϛ μετὰ χαρᾶϛ λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖϛ, ἀλλὰ πρόσκαιροί εἰσιν: εἶτα γενομένηϛ θλίψεωϛ ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέωϛ σκανδαλίζονται. 18 Καὶ οὗτοί εἰσιν οἱ εἰϛ τὰϛ ἀκάνθαϛ σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντεϛ,  19 καὶ αἱ μέριμναι τοῦ αἰῶνοϛ τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρποϛ γίνεται. 20 Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντεϛ, οἵτινεϛ ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. 21 ¶Καὶ ἔλεγεν αὐτοῖϛ, Μήτι ὁ λύχνοϛ ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;  22 Οὐ γάρ ἐστίν τι κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ: οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ' ἵνα εἰϛ φανερὸν ἔλθῃ. 23 Εἴ τιϛ ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 Καὶ ἔλεγεν αὐτοῖϛ, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖϛ ἀκούουσιν. 25 Ὃϛ γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ: καὶ ὃϛ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. 26 ¶Καὶ ἔλεγεν, Οὕτωϛ ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡϛ ἐὰν ἄνθρωποϛ βάλῃ τὸν σπόρον ἐπὶ τῆϛ γῆϛ, 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόροϛ βλαστάνῃ καὶ μηκύνηται ὡϛ οὐκ οἶδεν αὐτόϛ. 28 Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. 29 Ὅταν δὲ παραδῷ ὁ καρπόϛ, εὐθέωϛ ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμόϛ. 30 ¶Καὶ ἔλεγεν, Τίνι ⌜ὁμοιώσωμεν⌝ τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; 31 Ὡϛ κόκκον σινάπεωϛ, ὅϛ, ὅταν σπαρῇ ἐπὶ τῆϛ γῆϛ, μικρότεροϛ πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆϛ γῆϛ: 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδουϛ μεγάλουϛ, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 33 Καὶ τοιαύταιϛ παραβολαῖϛ πολλαῖϛ ἐλάλει αὐτοῖϛ τὸν λόγον, καθὼϛ ἐδύναντο ἀκούειν: 34 χωρὶϛ δὲ παραβολῆϛ οὐκ ἐλάλει αὐτοῖϛ: κατ' ἰδίαν δὲ τοῖϛ μαθηταῖϛ αὐτοῦ ἐπέλυεν πάντα. 35 ¶Καὶ λέγει αὐτοῖϛ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίαϛ γενομένηϛ, Διέλθωμεν εἰϛ τὸ πέραν. 36 Καὶ ἀφέντεϛ τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡϛ ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ' αὐτοῦ. 37 Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη: τὰ δὲ κύματα ⌜ἐπέβαλλεν⌝ εἰϛ τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι. 38 Καὶ ἦν αὐτὸϛ ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων: καὶ διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 Καὶ διεγερθεὶϛ ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμοϛ, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 Καὶ εἶπεν αὐτοῖϛ, Τί δειλοί ἐστε οὕτωϛ; Πῶϛ οὐκ ἔχετε πίστιν; 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸϛ ἀλλήλουϛ, Τίϛ ἄρα οὗτόϛ ἐστιν, ὅτι καὶ ὁ ἄνεμοϛ καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;

Mark 5

1 Καὶ ἦλθον εἰϛ τὸ πέραν τῆϛ θαλάσσηϛ, εἰϛ τὴν χώραν τῶν Γαδαρηνῶν.  2 Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέωϛ ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωποϛ ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃϛ τὴν κατοίκησιν εἶχεν ἐν τοῖϛ μνήμασιν: καὶ οὔτε ἁλύσεσιν οὐδεὶϛ ἐδύνατο αὐτὸν δῆσαι, 4 διὰ τὸ αὐτὸν πολλάκιϛ πέδαιϛ καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ' αὐτοῦ τὰϛ ἁλύσειϛ, καὶ τὰϛ πέδαϛ συντετρίφθαι: καὶ οὐδεὶϛ αὐτὸν ἴσχυεν δαμάσαι: 5 καὶ διὰ παντόϛ, νυκτὸϛ καὶ ἡμέραϛ, ἐν τοῖϛ ὄρεσιν καὶ ἐν τοῖϛ μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοιϛ. 6 Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ, 7 καὶ κράξαϛ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃϛ. 8 Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. 9 Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα; Καὶ ἀπεκρίθη, λέγων, Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ αὐτοὺϛ ἀποστείλῃ ἔξω τῆϛ χώραϛ. 11 Ἦν δὲ ἐκεῖ πρὸϛ τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη: 12 καὶ παρεκάλεσαν αὐτὸν πάντεϛ οἱ δαίμονεϛ, λέγοντεϛ, Πέμψον ἡμᾶϛ εἰϛ τοὺϛ χοίρουϛ, ἵνα εἰϛ αὐτοὺϛ εἰσέλθωμεν. 13 Καὶ ἐπέτρεψεν αὐτοῖϛ εὐθέωϛ ὁ Ἰησοῦϛ. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰϛ τοὺϛ χοίρουϛ: καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰϛ τὴν θάλασσαν: ἦσαν δὲ ὡϛ δισχίλιοι: καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 Οἱ δὲ βόσκοντεϛ τοὺϛ χοίρουϛ ἔφυγον, καὶ ἀνήγγειλαν εἰϛ τὴν πόλιν καὶ εἰϛ τοὺϛ ἀγρούϛ. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονόϛ: 15 καὶ ἔρχονται πρὸϛ τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα: καὶ ἐφοβήθησαν. 16 Διηγήσαντο δὲ αὐτοῖϛ οἱ ἰδόντεϛ πῶϛ ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 Καὶ ἐμβάντοϛ αὐτοῦ εἰϛ τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείϛ, ἵνα ᾖ μετ' αὐτοῦ. 19 Ὁ δὲ Ἰησοῦϛ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰϛ τὸν οἶκόν σου πρὸϛ τοὺϛ σούϛ, καὶ ἀνάγγειλον αὐτοῖϛ ὅσα σοι ὁ κύριοϛ πεποίηκεν, καὶ ἠλέησέν σε. 20 Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦϛ: καὶ πάντεϛ ἐθαύμαζον. 21 ¶Καὶ διαπεράσαντοϛ τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰϛ τὸ πέραν, συνήχθη ὄχλοϛ πολὺϛ ἐπ' αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 Καὶ ἰδού, ἔρχεται εἷϛ τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειροϛ, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸϛ τοὺϛ πόδαϛ αὐτοῦ, 23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτωϛ ἔχει: ἵνα ἐλθὼν ἐπιθῇϛ αὐτῇ τὰϛ χεῖραϛ, ὅπωϛ σωθῇ καὶ ζήσεται.  24 Καὶ ἀπῆλθεν μετ' αὐτοῦ: καὶ ἠκολούθει αὐτῷ ὄχλοϛ πολύϛ, καὶ συνέθλιβον αὐτόν. 25 ¶Καὶ γυνή τιϛ οὖσα ἐν ῥύσει αἵματοϛ ἔτη δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ' αὐτῆϛ πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰϛ τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ: 28 ἔλεγεν γὰρ ὅτι Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. 29 Καὶ εὐθέωϛ ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματοϛ αὐτῆϛ, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆϛ μάστιγοϛ. 30 Καὶ εὐθέωϛ ὁ Ἰησοῦϛ ἐπιγνοὺϛ ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶϛ ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίϛ μου ἥψατο τῶν ἱματίων; 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπειϛ τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγειϛ, Τίϛ μου ἥψατο; 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ' αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 Ὁ δὲ εἶπεν αὐτῇ, θύγατερ, ἡ πίστιϛ σου σέσωκέν σε: ὕπαγε εἰϛ εἰρήνην, καὶ ἴσθι ὑγιὴϛ ἀπὸ τῆϛ μάστιγόϛ σου. 35 ¶Ἔτι αὐτοῦ λαλοῦντοϛ, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντεϛ ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν: τί ἔτι σκύλλειϛ τὸν διδάσκαλον; 36 Ὁ δὲ Ἰησοῦϛ εὐθέωϛ ἀκούσαϛ τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 Καὶ ἔρχεται εἰϛ τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίονταϛ καὶ ἀλαλάζονταϛ πολλά. 39 Καὶ εἰσελθὼν λέγει αὐτοῖϛ, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40 Καὶ κατεγέλων αὐτοῦ. Ὁ δέ, ἐκβαλὼν πάνταϛ, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺϛ μετ' αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον.  41 Καὶ κρατήσαϛ τῆϛ χειρὸϛ τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι: ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.  42 Καὶ εὐθέωϛ ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα: καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43 Καὶ διεστείλατο αὐτοῖϛ πολλὰ ἵνα μηδεὶϛ γνῷ τοῦτο: καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Mark 6

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰϛ τὴν πατρίδα αὐτοῦ: καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2 Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν: καὶ πολλοὶ ἀκούοντεϛ ἐξεπλήσσοντο, λέγοντεϛ, Πόθεν τούτῳ ταῦτα; Καὶ τίϛ ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμειϛ τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται;  3 Οὐχ οὗτόϛ ἐστιν ὁ τέκτων, ὁ υἱὸϛ Μαρίαϛ, ἀδελφὸϛ δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνοϛ; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸϛ ἡμᾶϛ; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4 Ἔλεγεν δὲ αὐτοῖϛ ὁ Ἰησοῦϛ ὅτι Οὐκ ἔστιν προφήτηϛ ἄτιμοϛ, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖϛ συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5 Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοιϛ ἀρρώστοιϛ ἐπιθεὶϛ τὰϛ χεῖραϛ, ἐθεράπευσεν. 6 Καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. ¶Καὶ περιῆγεν τὰϛ κώμαϛ κύκλῳ διδάσκων. 7 ¶Καὶ προσκαλεῖται τοὺϛ δώδεκα, καὶ ἤρξατο αὐτοὺϛ ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖϛ ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. 8 Καὶ παρήγγειλεν αὐτοῖϛ ἵνα μηδὲν αἴρωσιν εἰϛ ὁδόν, εἰ μὴ ῥάβδον μόνον: μὴ πήραν, μὴ ἄρτον, μὴ εἰϛ τὴν ζώνην χαλκόν: 9 ἀλλ' ὑποδεδεμένουϛ σανδάλια: καὶ μὴ ἐνδύσησθε δύο χιτῶναϛ. 10 Καὶ ἔλεγεν αὐτοῖϛ, Ὅπου ἐὰν εἰσέλθητε εἰϛ οἰκίαν, ἐκεῖ μένετε ἕωϛ ἂν ἐξέλθητε ἐκεῖθεν. 11 Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶϛ, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰϛ μαρτύριον αὐτοῖϛ. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοιϛ ἢ Γομόρροιϛ ἐν ἡμέρᾳ κρίσεωϛ, ἢ τῇ πόλει ἐκείνῃ. 12 Καὶ ἐξελθόντεϛ ἐκήρυσσον ἵνα μετανοήσωσιν: 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺϛ ἀρρώστουϛ καὶ ἐθεράπευον. 14 ¶Καὶ ἤκουσεν ὁ βασιλεὺϛ Ἡρῴδηϛ, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι Ἰωάννηϛ ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμειϛ ἐν αὐτῷ. 15 Ἄλλοι ἔλεγον ὅτι Ἠλίαϛ ἐστίν: ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτηϛ ἐστίν, ὡϛ εἷϛ τῶν προφητῶν. 16 Ἀκούσαϛ δὲ ⌜Ἡρῴδηϛ⌝ εἶπεν ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτόϛ ἐστιν: αὐτὸϛ ἠγέρθη ἐκ νεκρῶν. 17 Αὐτὸϛ γὰρ ὁ Ἡρῴδηϛ ἀποστείλαϛ ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18 Ἔλεγεν γὰρ ὁ Ἰωάννηϛ τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 Ἡ δὲ Ἡρῳδιὰϛ ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι: καὶ οὐκ ἠδύνατο: 20 ὁ γὰρ Ἡρῴδηϛ ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼϛ αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν: καὶ ἀκούσαϛ αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἡδέωϛ αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένηϛ ἡμέραϛ εὐκαίρου, ὅτε Ἡρῴδηϛ τοῖϛ γενεσίοιϛ αὐτοῦ δεῖπνον ἐποίει τοῖϛ μεγιστᾶσιν αὐτοῦ καὶ τοῖϛ χιλιάρχοιϛ καὶ τοῖϛ πρώτοιϛ τῆϛ Γαλιλαίαϛ, 22 καὶ εἰσελθούσηϛ τῆϛ θυγατρὸϛ αὐτῆϛ τῆϛ Ἡρῳδιάδοϛ καὶ ὀρχησαμένηϛ, καὶ ἀρεσάσηϛ τῷ Ἡρῴδῃ καὶ τοῖϛ συνανακειμένοιϛ, εἶπεν ὁ βασιλεὺϛ τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃϛ, καὶ δώσω σοί: 23 καὶ ὤμοσεν αὐτῇ ὅτι Ὃ ἐάν με αἰτήσῃϛ, δώσω σοί, ἕωϛ ἡμίσουϛ τῆϛ βασιλείαϛ μου. 24 Ἡ δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆϛ, Τί αἰτήσομαι; Ἡ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.  25 Καὶ εἰσελθοῦσα εὐθέωϛ μετὰ σπουδῆϛ πρὸϛ τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα μοι δῷϛ ἐξαυτῆϛ ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 Καὶ περίλυποϛ γενόμενοϛ ὁ βασιλεύϛ, διὰ τοὺϛ ὅρκουϛ καὶ τοὺϛ συνανακειμένουϛ οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27 Καὶ εὐθέωϛ ἀποστείλαϛ ὁ βασιλεὺϛ σπεκουλάτορα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 28 Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ: καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆϛ. 29 Καὶ ἀκούσαντεϛ οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 30 ¶Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸϛ τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 Καὶ εἶπεν αὐτοῖϛ, Δεῦτε ὑμεῖϛ αὐτοὶ κατ' ἰδίαν εἰϛ ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντεϛ πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 Καὶ ἀπῆλθον εἰϛ ἔρημον τόπον τῷ πλοίῳ κατ' ἰδίαν. 33 Καὶ εἶδον αὐτοὺϛ ὑπάγονταϛ καὶ ἐπέγνωσαν αὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούϛ, καὶ συνῆλθον πρὸϛ αὐτόν. 34 Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦϛ πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖϛ, ὅτι ἦσαν ὡϛ πρόβατα μὴ ἔχοντα ποιμένα: καὶ ἤρξατο διδάσκειν αὐτοὺϛ πολλά. 35 Καὶ ἤδη ὥραϛ πολλῆϛ γενομένηϛ, προσελθόντεϛ αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημόϛ ἐστιν ὁ τόποϛ, καὶ ἤδη ὥρα πολλή: 36 ἀπόλυσον αὐτούϛ, ἵνα ἀπελθόντεϛ εἰϛ τοὺϛ κύκλῳ ἀγροὺϛ καὶ κώμαϛ ἀγοράσωσιν ἑαυτοῖϛ ἄρτουϛ. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. 37 Ὁ δὲ ἀποκριθεὶϛ εἶπεν αὐτοῖϛ, Δότε αὐτοῖϛ ὑμεῖϛ φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντεϛ ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτουϛ, καὶ δῶμεν αὐτοῖϛ φαγεῖν; 38 Ὁ δὲ λέγει αὐτοῖϛ, Πόσουϛ ἄρτουϛ ἔχετε; Ὑπάγετε καὶ ἴδετε. Καὶ γνόντεϛ λέγουσιν, Πέντε, καὶ δύο ἰχθύαϛ. 39 Καὶ ἐπέταξεν αὐτοῖϛ ἀνακλῖναι πάνταϛ συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 41 Καὶ λαβὼν τοὺϛ πέντε ἄρτουϛ καὶ τοὺϛ δύο ἰχθύαϛ, ἀναβλέψαϛ εἰϛ τὸν οὐρανόν, εὐλόγησεν, καὶ κατέκλασεν τοὺϛ ἄρτουϛ, καὶ ἐδίδου τοῖϛ μαθηταῖϛ αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖϛ: καὶ τοὺϛ δύο ἰχθύαϛ ἐμέρισεν πᾶσιν. 42 Καὶ ἔφαγον πάντεϛ, καὶ ἐχορτάσθησαν: 43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνουϛ πλήρειϛ, καὶ ἀπὸ τῶν ἰχθύων. 44 Καὶ ἦσαν οἱ φαγόντεϛ τοὺϛ ἄρτουϛ πεντακισχίλιοι ἄνδρεϛ. 45 ¶Καὶ εὐθέωϛ ἠνάγκασεν τοὺϛ μαθητὰϛ αὐτοῦ ἐμβῆναι εἰϛ τὸ πλοῖον, καὶ προάγειν εἰϛ τὸ πέραν πρὸϛ Βηθσαϊδάν, ἕωϛ αὐτὸϛ ἀπολύσῃ τὸν ὄχλον. 46 Καὶ ἀποταξάμενοϛ αὐτοῖϛ, ἀπῆλθεν εἰϛ τὸ ὄροϛ προσεύξασθαι. 47 Καὶ ὀψίαϛ γενομένηϛ, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆϛ θαλάσσηϛ, καὶ αὐτὸϛ μόνοϛ ἐπὶ τῆϛ γῆϛ. 48 Καὶ εἶδεν αὐτοὺϛ βασανιζομένουϛ ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμοϛ ἐναντίοϛ αὐτοῖϛ, καὶ περὶ τετάρτην φυλακὴν τῆϛ νυκτὸϛ ἔρχεται πρὸϛ αὐτούϛ, περιπατῶν ἐπὶ τῆϛ θαλάσσηϛ: καὶ ἤθελεν παρελθεῖν αὐτούϛ. 49 Οἱ δέ, ἰδόντεϛ αὐτὸν περιπατοῦντα ἐπὶ τῆϛ θαλάσσηϛ, ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν: 50 πάντεϛ γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Καὶ εὐθέωϛ ἐλάλησεν μετ' αὐτῶν, καὶ λέγει αὐτοῖϛ, Θαρσεῖτε: ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 Καὶ ἀνέβη πρὸϛ αὐτοὺϛ εἰϛ τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμοϛ: καὶ λίαν ἐκπερισσοῦ ἐν ἑαυτοῖϛ ἐξίσταντο, καὶ ἐθαύμαζον. 52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖϛ ἄρτοιϛ: ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη. 53 ¶Καὶ διαπεράσαντεϛ ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρέτ, καὶ προσωρμίσθησαν. 54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέωϛ ἐπιγνόντεϛ αὐτόν, 55 περιδραμόντεϛ ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖϛ κραββάτοιϛ τοὺϛ κακῶϛ ἔχονταϛ περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστιν. 56 Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰϛ κώμαϛ ἢ πόλειϛ ἢ ἀγρούϛ, ἐν ταῖϛ ἀγοραῖϛ ἐτίθουν τοὺϛ ἀσθενοῦνταϛ, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται: καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσώζοντο.

Mark 7

1 Καὶ συνάγονται πρὸϛ αὐτὸν οἱ Φαρισαῖοι, καί τινεϛ τῶν γραμματέων, ἐλθόντεϛ ἀπὸ Ἱεροσολύμων: 2 καὶ ἰδόντεϛ τινὰϛ τῶν μαθητῶν αὐτοῦ κοιναῖϛ χερσίν, τοῦτ' ἔστιν ἀνίπτοιϛ, ἐσθίονταϛ ἄρτουϛ ἐμέμψαντο. 3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντεϛ οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰϛ χεῖραϛ, οὐκ ἐσθίουσιν, κρατοῦντεϛ τὴν παράδοσιν τῶν πρεσβυτέρων: 4 καὶ ἀπὸ ἀγορᾶϛ, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν: καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺϛ ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν. 5 Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖϛ, Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοιϛ χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 Ὁ δὲ ἀποκριθεὶϛ εἶπεν αὐτοῖϛ ὅτι Καλῶϛ προεφήτευσεν Ἠσαΐαϛ περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡϛ γέγραπται, Οὗτοϛ ὁ λαὸϛ τοῖϛ χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ. 7 Μάτην δὲ σέβονταί με, διδάσκοντεϛ διδασκαλίαϛ ἐντάλματα ἀνθρώπων. 8 Ἀφέντεϛ γὰρ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺϛ ξεστῶν καὶ ποτηρίων: καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 9 Καὶ ἔλεγεν αὐτοῖϛ, Καλῶϛ ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.  10 Μωσῆϛ γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου: καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω: 11 ὑμεῖϛ δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωποϛ τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇϛ: 12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,  13 ἀκυροῦντεϛ τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε: καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενοϛ πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖϛ, Ἀκούετέ μου πάντεϛ, καὶ συνίετε.  15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰϛ αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι: ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ' αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 Εἴ τιϛ ἔχει ὦτα ἀκούειν ἀκουέτω.  17 Καὶ ὅτε εἰσῆλθεν εἰϛ οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆϛ παραβολῆϛ. 18 Καὶ λέγει αὐτοῖϛ, Οὕτωϛ καὶ ὑμεῖϛ ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰϛ τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰϛ τὴν καρδίαν, ἀλλ' εἰϛ τὴν κοιλίαν: καὶ εἰϛ τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα. 20 Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆϛ καρδίαϛ τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλοϛ, ἀσέλγεια, ὀφθαλμὸϛ πονηρόϛ, βλασφημία, ὑπερηφανία, ἀφροσύνη: 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον. 24 ¶Καὶ ἐκεῖθεν ἀναστὰϛ ἀπῆλθεν εἰϛ τὰ μεθόρια Τύρου καὶ Σιδῶνοϛ. Καὶ εἰσελθὼν εἰϛ οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25 Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧϛ εἶχεν τὸ θυγάτριον αὐτῆϛ πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸϛ τοὺϛ πόδαϛ αὐτοῦ: 26 ἦν δὲ ἡ γυνὴ Ἑλληνίϛ, Συραφοίνικισσα τῷ γένει: καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆϛ θυγατρὸϛ αὐτῆϛ. 27 Ὁ δὲ Ἰησοῦϛ εἶπεν αὐτῇ, Ἄφεϛ πρῶτον χορτασθῆναι τὰ τέκνα: οὐ γὰρ καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖϛ κυναρίοιϛ. 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Ναί, κύριε: καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆϛ τραπέζηϛ ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε: ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆϛ θυγατρόϛ σου. 30 Καὶ ἀπελθοῦσα εἰϛ τὸν οἶκον αὐτῆϛ, εὗρεν τὸ δαιμόνιον ἐξεληλυθόϛ, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆϛ κλίνηϛ. 31 ¶Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνοϛ, ἦλθεν πρὸϛ τὴν θάλασσαν τῆϛ Γαλιλαίαϛ, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεωϛ. 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν ⌜μογγιλάλον,⌝ καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενοϛ αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ἰδίαν, ἔβαλεν τοὺϛ δακτύλουϛ αὐτοῦ εἰϛ τὰ ὦτα αὐτοῦ, καὶ πτύσαϛ ἥψατο τῆϛ γλώσσηϛ αὐτοῦ, 34 καὶ ἀναβλέψαϛ εἰϛ τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. 35 Καὶ εὐθέωϛ διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί: καὶ ἐλύθη ὁ δεσμὸϛ τῆϛ γλώσσηϛ αὐτοῦ, καὶ ἐλάλει ὀρθῶϛ. 36 Καὶ διεστείλατο αὐτοῖϛ ἵνα μηδενὶ εἴπωσιν: ὅσον δὲ αὐτὸϛ αὐτοῖϛ διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶϛ ἐξεπλήσσοντο, λέγοντεϛ, Καλῶϛ πάντα πεποίηκεν: καὶ τοὺϛ κωφοὺϛ ποιεῖ ἀκούειν, καὶ τοὺϛ ἀλάλουϛ λαλεῖν.

Mark 8

1 Ἐν ἐκείναιϛ ταῖϛ ἡμέραιϛ, παμπόλλου ὄχλου ὄντοϛ, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενοϛ ὁ Ἰησοῦϛ τοὺϛ μαθητὰϛ αὐτοῦ λέγει αὐτοῖϛ, 2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον: ὅτι ἤδη ⌜ἡμέραι⌝ τρεῖϛ προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν: 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺϛ νήστειϛ εἰϛ οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ: τινὲϛ γὰρ αὐτῶν μακρόθεν ἥκουσιν. 4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν τούτουϛ δυνήσεταί τιϛ ὧδε χορτάσαι ἄρτων ἐπ' ἐρημίαϛ; 5 Καὶ ἐπηρώτα αὐτούϛ, Πόσουϛ ἔχετε ἄρτουϛ; Οἱ δὲ εἶπον, Ἑπτά. 6 Καὶ παρήγγειλεν τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆϛ γῆϛ: καὶ λαβὼν τοὺϛ ἑπτὰ ἄρτουϛ, εὐχαριστήσαϛ ἔκλασεν καὶ ἐδίδου τοῖϛ μαθηταῖϛ αὐτοῦ, ἵνα παραθῶσιν: καὶ παρέθηκαν τῷ ὄχλῳ. 7 Καὶ εἶχον ἰχθύδια ὀλίγα: καὶ εὐλογήσαϛ εἶπεν ⌜παραθεῖναι⌝ καὶ αὐτά. 8 Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν: καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδαϛ. 9 Ἦσαν δὲ οἱ φαγόντεϛ ὡϛ τετρακισχίλιοι: καὶ ἀπέλυσεν αὐτούϛ. 10 Καὶ εὐθέωϛ ἐμβὰϛ εἰϛ τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰϛ τὰ μέρη Δαλμανουθά. 11 ¶Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντεϛ παρ' αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντεϛ αὐτόν. 12 Καὶ ἀναστενάξαϛ τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 Καὶ ἀφεὶϛ αὐτούϛ, ἐμβὰϛ πάλιν ⌜εἰϛ⌝ πλοῖον, ἀπῆλθεν εἰϛ τὸ πέραν. 14 ¶Καὶ ἐπελάθοντο λαβεῖν ἄρτουϛ, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ' ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 Καὶ διεστέλλετο αὐτοῖϛ, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆϛ ζύμηϛ τῶν Φαρισαίων καὶ τῆϛ ζύμηϛ Ἡρῴδου. 16 Καὶ διελογίζοντο πρὸϛ ἀλλήλουϛ, λέγοντεϛ ὅτι Ἄρτουϛ οὐκ ἔχομεν.  17 Καὶ γνοὺϛ ὁ Ἰησοῦϛ λέγει αὐτοῖϛ, Τί διαλογίζεσθε ὅτι ἄρτουϛ οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺϛ ἔχοντεϛ οὐ βλέπετε; Καὶ ὦτα ἔχοντεϛ οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺϛ πέντε ἄρτουϛ ἔκλασα εἰϛ τοὺϛ πεντακισχιλίουϛ, πόσουϛ κοφίνουϛ πλήρειϛ κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. 20 Ὅτε δὲ τοὺϛ ἑπτὰ εἰϛ τοὺϛ τετρακισχιλίουϛ, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; Οἱ δὲ εἶπον, Ἑπτά. 21 Καὶ ἔλεγεν αὐτοῖϛ, Πῶϛ οὐ συνίετε; 22 ¶Καὶ ἔρχεται εἰϛ Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 Καὶ ἐπιλαβόμενοϛ τῆϛ χειρὸϛ τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆϛ κώμηϛ: καὶ πτύσαϛ εἰϛ τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶϛ τὰϛ χεῖραϛ αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.  24 Καὶ ἀναβλέψαϛ ἔλεγεν, Βλέπω τοὺϛ ἀνθρώπουϛ ὅτι ὡϛ δένδρα ὁρῶ περιπατοῦνταϛ. 25 Εἶτα πάλιν ἐπέθηκεν τὰϛ χεῖραϛ ἐπὶ τοὺϛ ὀφθαλμοὺϛ αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη, καὶ ⌜ἐνέβλεψεν⌝ τηλαυγῶϛ ἅπανταϛ.  26 Καὶ ἀπέστειλεν αὐτὸν εἰϛ ⌜τὸν⌝ οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰϛ τὴν κώμην εἰσέλθῃϛ, μηδὲ εἴπῃϛ τινὶ ἐν τῇ κώμῃ. 27 ¶Καὶ ἐξῆλθεν ὁ Ἰησοῦϛ καὶ οἱ μαθηταὶ αὐτοῦ εἰϛ τὰϛ κώμαϛ Καισαρείαϛ τῆϛ Φιλίππου: καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺϛ μαθητὰϛ αὐτοῦ, λέγων αὐτοῖϛ, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 Οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν βαπτιστήν: καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν. 29 Καὶ αὐτὸϛ λέγει αὐτοῖϛ, Ὑμεῖϛ δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶϛ δὲ ὁ Πέτροϛ λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστόϛ. 30 Καὶ ἐπετίμησεν αὐτοῖϛ, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31 Καὶ ἤρξατο διδάσκειν αὐτούϛ, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖϛ ἡμέραϛ ἀναστῆναι: 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενοϛ αὐτὸν ὁ Πέτροϛ ἤρξατο ἐπιτιμᾷν αὐτῷ. 33 Ὁ δὲ ἐπιστραφείϛ, καὶ ἰδὼν τοὺϛ μαθητὰϛ αὐτοῦ, ἐπετίμησεν τῷ Πέτρῳ, λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ: ὅτι οὐ φρονεῖϛ τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34 Καὶ προσκαλεσάμενοϛ τὸν ὄχλον σὺν τοῖϛ μαθηταῖϛ αὐτοῦ, εἶπεν αὐτοῖϛ, Ὅστιϛ θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 Ὃϛ γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν: ὃϛ δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτοϛ σώσει αὐτήν. 36 Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 Ἢ τί δώσει ἄνθρωποϛ ἀντάλλαγμα τῆϛ ψυχῆϛ αὐτοῦ; 38 Ὃϛ γὰρ ⌜ἐὰν⌝ ἐπαισχυνθῇ με καὶ τοὺϛ ἐμοὺϛ λόγουϛ ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸϛ τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸϛ αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Mark 9

1 Καὶ ἔλεγεν αὐτοῖϛ, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσίν τινεϛ τῶν ὧδε ἑστηκότων, οἵτινεϛ οὐ μὴ γεύσωνται θανάτου, ἕωϛ ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. 2 ¶Καὶ μεθ' ἡμέραϛ ἓξ παραλαμβάνει ὁ Ἰησοῦϛ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ ⌜Ἰωάννην,⌝ καὶ ἀναφέρει αὐτοὺϛ εἰϛ ὄροϛ ὑψηλὸν κατ' ἰδίαν μόνουϛ: καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν: 3 καὶ τὰ ἱμάτια αὐτοῦ ⌜ἐγένοντο⌝ στίλβοντα, λευκὰ λίαν ὡϛ χιών, οἷα γναφεὺϛ ἐπὶ τῆϛ γῆϛ οὐ δύναται λευκᾶναι.  4 Καὶ ὤφθη αὐτοῖϛ Ἠλίαϛ σὺν ⌜Μωσῇ,⌝ καὶ ἦσαν συλλαλοῦντεϛ τῷ Ἰησοῦ. 5 Καὶ ἀποκριθεὶϛ ὁ Πέτροϛ λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶϛ ὧδε εἶναι: καὶ ποιήσωμεν σκηνὰϛ τρεῖϛ, σοὶ μίαν, καὶ ⌜Μωσῇ⌝ μίαν, καὶ Ἠλίᾳ μίαν. 6 Οὐ γὰρ ᾔδει τί λαλήσει: ἦσαν γὰρ ἔκφοβοι. 7 Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖϛ: καὶ ἦλθεν φωνὴ ἐκ τῆϛ νεφέληϛ, Οὗτόϛ ἐστιν ὁ υἱόϛ μου ὁ ἀγαπητόϛ: αὐτοῦ ἀκούετε. 8 Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν. 9 ¶Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρουϛ, διεστείλατο αὐτοῖϛ ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸϛ τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 Καὶ τὸν λόγον ἐκράτησαν πρὸϛ ἑαυτούϛ, συζητοῦντεϛ τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 Καὶ ἐπηρώτων αὐτόν, λέγοντεϛ ὅτι Λέγουσιν οἱ γραμματεῖϛ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 Ὁ δὲ ἀποκριθείϛ, εἶπεν αὐτοῖϛ, Ἠλίαϛ μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα: καὶ πῶϛ γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ.  13 Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίαϛ ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼϛ γέγραπται ἐπ' αὐτόν. 14 ¶Καὶ ἐλθὼν πρὸϛ τοὺϛ μαθητάϛ, εἶδεν ὄχλον πολὺν περὶ αὐτούϛ, καὶ γραμματεῖϛ συζητοῦνταϛ αὐτοῖϛ.  15 Καὶ εὐθέωϛ πᾶϛ ὁ ὄχλοϛ ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντεϛ ἠσπάζοντο αὐτόν. 16 Καὶ ἐπηρώτησεν τοῦϛ γραμματεῖϛ, Τί συζητεῖτε πρὸϛ αὐτούϛ; 17 Καὶ ἀποκριθεὶϛ εἷϛ ἐκ τοῦ ὄχλου εἶπεν, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸϛ σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν: καὶ ἀφρίζει, καὶ τρίζει τοὺϛ ὀδόνταϛ αὐτοῦ, καὶ ξηραίνεται: καὶ εἶπον τοῖϛ μαθηταῖϛ σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 Ὁ δὲ ἀποκριθεὶϛ αὐτῷ λέγει, Ὦ γενεὰ ἄπιστοϛ, ἕωϛ πότε πρὸϛ ὑμᾶϛ ἔσομαι; Ἕωϛ πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρόϛ με. 20 Καὶ ἤνεγκαν αὐτὸν πρὸϛ αὐτόν: καὶ ἰδὼν αὐτόν, εὐθέωϛ τὸ πνεῦμα ἐσπάραξεν αὐτόν: καὶ πεσὼν ἐπὶ τῆϛ γῆϛ, ἐκυλίετο ἀφρίζων. 21 Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσοϛ χρόνοϛ ἐστίν, ὡϛ τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπεν, Παιδιόθεν.  22 Καὶ πολλάκιϛ αὐτὸν καὶ εἰϛ τό πῦρ ἔβαλεν καὶ εἰϛ ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν: ἀλλ' εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶϛ ἐφ' ἡμᾶϛ. 23 Ὁ δὲ Ἰησοῦϛ εἶπεν αὐτῷ, Τό εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 Καὶ εὐθέωϛ κράξαϛ ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγεν, Πιστεύω, κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. 25 Ἰδὼν δὲ ὁ Ἰησοῦϛ ὅτι ἐπισυντρέχει ὄχλοϛ, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃϛ εἰϛ αὐτόν. 26 Καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτόν, ἐξῆλθεν: καὶ ἐγένετο ὡσεὶ νεκρόϛ, ὥστε πολλοὺϛ λέγειν ὅτι ἀπέθανεν. 27 Ὁ δὲ Ἰησοῦϛ κρατήσαϛ αὐτὸν τῆϛ χειρόϛ, ἤγειρεν αὐτόν: καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰϛ οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ' ἰδίαν ὅτι Ἡμεῖϛ οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 Καὶ εἶπεν αὐτοῖϛ, Τοῦτο τὸ γένοϛ ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 30 ¶Καὶ ἐκεῖθεν ἐξελθόντεϛ παρεπορεύοντο διὰ τῆϛ Γαλιλαίαϛ: Καὶ οὐκ ἤθελεν ἵνα τιϛ γνῷ.  31 Ἐδίδασκεν γὰρ τοὺϛ μαθητὰϛ αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖϛ ὅτι Ὁ υἱὸϛ τοῦ ἀνθρώπου παραδίδοται εἰϛ χεῖραϛ ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν: καὶ ἀποκτανθείϛ, τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 32 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. 33 ¶Καὶ ἦλθεν εἰϛ Καπερναούμ: καὶ ἐν τῇ οἰκίᾳ γενόμενοϛ ἐπηρώτα αὐτούϛ, Τί ἐν τῇ ὁδῷ πρὸϛ ἑαυτοὺϛ διελογίζεσθε; 34 Οἱ δὲ ἐσιώπων: πρὸϛ ἀλλήλουϛ γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίϛ μείζων. 35 Καὶ καθίσαϛ ἐφώνησεν τοὺϛ δώδεκα, καὶ λέγει αὐτοῖϛ, Εἴ τιϛ θέλει πρῶτοϛ εἶναι, ἔσται πάντων ἔσχατοϛ, καὶ πάντων διάκονοϛ. 36 Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν: καὶ ἐναγκαλισάμενοϛ αὐτό, εἶπεν αὐτοῖϛ: 37 Ὃϛ ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται: καὶ ὃϛ ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. 38 ¶Ἀπεκρίθη δὲ αὐτῷ ⌜Ἰωάννηϛ,⌝ λέγων, Διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃϛ οὐκ ἀκολουθεῖ ἡμῖν: καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. 39 Ὁ δὲ Ἰησοῦϛ εἶπεν, Μὴ κωλύετε αὐτόν: οὐδεὶϛ γάρ ἐστιν ὃϛ ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40 Ὃϛ γὰρ οὐκ ἔστιν καθ' ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 41 Ὃϛ γὰρ ἂν ποτίσῃ ὑμᾶϛ ποτήριον ὕδατοϛ ἐν ὀνόματί μου, ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. 42 Καὶ ὃϛ ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰϛ ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθοϛ μυλικὸϛ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰϛ τὴν θάλασσαν. 43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν: καλόν σοι ἐστὶν κυλλὸν εἰϛ τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰϛ δύο χεῖραϛ ἔχοντα ἀπελθεῖν εἰϛ τὴν γέενναν, εἰϛ τὸ πῦρ τὸ ἄσβεστον, 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.  45 Καὶ ἐὰν ὁ πούϛ σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν: καλόν ἐστίν ⌜σοι⌝ εἰσελθεῖν εἰϛ τὴν ζωὴν χωλόν, ἢ τοὺϛ δύο πόδαϛ ἔχοντα βληθῆναι εἰϛ τὴν γέενναν, εἰϛ τὸ πῦρ τὸ ἄσβεστον, 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.  47 Καὶ ἐὰν ὁ ὀφθαλμόϛ σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν: καλόν σοι ἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰϛ τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺϛ ἔχοντα βληθῆναι εἰϛ τὴν γέενναν τοῦ πυρόϛ, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. 49 Πᾶϛ γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 50 Καλὸν τὸ ἅλαϛ: ἐὰν δὲ τὸ ἅλαϛ ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖϛ ἅλαϛ, καὶ εἰρηνεύετε ἐν ἀλλήλοιϛ.

Mark 10

1 Κἀκεῖθεν ἀναστὰϛ ἔρχεται εἰϛ τὰ ὅρια τῆϛ Ἰουδαίαϛ διὰ τοῦ πέραν τοῦ Ἰορδάνου: Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸϛ αὐτόν: καί, ὡϛ εἰώθει, πάλιν ἐδίδασκεν αὐτούϛ. 2 Καὶ προσελθόντεϛ ⌜Φαρισαῖοι⌝ ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντεϛ αὐτόν. 3 Ὁ δὲ ἀποκριθεὶϛ εἶπεν αὐτοῖϛ, Τί ὑμῖν ἐνετείλατο Μωσῆϛ;  4 Οἱ δὲ εἶπον, Μωσῆϛ ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. 5 Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ εἶπεν αὐτοῖϛ, Πρὸϛ τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην: 6 ἀπὸ δὲ ἀρχῆϛ κτίσεωϛ, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺϛ ὁ θεόϛ. 7 Ἕνεκεν τούτου καταλείψει ἄνθρωποϛ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα: καὶ προσκολληθήσεται πρὸϛ τὴν γυναῖκα αὐτοῦ, 8 καὶ ἔσονται οἱ δύο εἰϛ σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ. 9 Ὃ οὖν ὁ θεὸϛ συνέζευξεν, ἄνθρωποϛ μὴ χωριζέτω. 10 Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11 Καὶ λέγει αὐτοῖϛ, Ὃϛ ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ' αὐτήν: 12 καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆϛ καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται. 13 ¶Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ἅψηται αὐτῶν: οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖϛ προσφέρουσιν. 14 Ἰδὼν δὲ ὁ Ἰησοῦϛ ἠγανάκτησεν, καὶ εἶπεν αὐτοῖϛ, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρόϛ με: μὴ κωλύετε αὐτά: τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃϛ ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡϛ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰϛ αὐτήν. 16 Καὶ ἐναγκαλισάμενοϛ αὐτά, τιθεὶϛ τὰϛ χεῖραϛ ἐπ' αὐτά, εὐλόγει αὐτά. 17 ¶Καὶ ἐκπορευομένου αὐτοῦ εἰϛ ὁδόν, προσδραμὼν εἷϛ καὶ γονυπετήσαϛ αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 Ὁ δὲ Ἰησοῦϛ εἶπεν αὐτῷ, Τί με λέγειϛ ἀγαθόν; Οὐδεὶϛ ἀγαθόϛ, εἰ μὴ εἷϛ, ὁ θεόϛ. 19 Τὰϛ ἐντολὰϛ οἶδαϛ, Μὴ μοιχεύσῃϛ, μὴ φονεύσῃϛ, μὴ κλέψῃϛ, μὴ ψευδομαρτυρήσῃϛ, μὴ ἀποστερήσῃϛ, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 Ὁ δὲ ἀποκριθεὶϛ εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητόϛ μου. 21 Ὁ δὲ Ἰησοῦϛ ἐμβλέψαϛ αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ: ὕπαγε, ὅσα ἔχειϛ πώλησον, καὶ δὸϛ πτωχοῖϛ, καὶ ἕξειϛ θησαυρὸν ἐν οὐρανῷ: καὶ δεῦρο, ἀκολούθει μοι, ἄραϛ τὸν σταυρόν. 22 Ὁ δὲ στυγνάσαϛ ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενοϛ: ἦν γὰρ ἔχων κτήματα πολλά. 23 ¶Καὶ περιβλεψάμενοϛ ὁ Ἰησοῦϛ λέγει τοῖϛ μαθηταῖϛ αὐτοῦ, Πῶϛ δυσκόλωϛ οἱ τὰ χρήματα ἔχοντεϛ εἰϛ τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖϛ λόγοιϛ αὐτοῦ. Ὁ δὲ Ἰησοῦϛ πάλιν ἀποκριθεὶϛ λέγει αὐτοῖϛ, Τέκνα, πῶϛ δύσκολόν ἐστιν τοὺϛ πεποιθόταϛ ἐπὶ χρήμασιν εἰϛ τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 25 Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆϛ τρυμαλιᾶϛ τῆϛ ῥαφίδοϛ εἰσελθεῖν, ἢ πλούσιον εἰϛ τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 Οἱ δὲ περισσῶϛ ἐξεπλήσσοντο, λέγοντεϛ πρὸϛ ἑαυτούϛ, Καὶ τίϛ δύναται σωθῆναι; 27 Ἐμβλέψαϛ δὲ αὐτοῖϛ ὁ Ἰησοῦϛ λέγει, Παρὰ ἀνθρώποιϛ ἀδύνατον, ἀλλ' οὐ παρὰ θεῷ: πάντα γὰρ δυνατά ἐστιν παρὰ τῷ θεῷ. 28 Ἤρξατο ὁ Πέτροϛ λέγειν αὐτῷ, Ἰδού, ἡμεῖϛ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. 29 ⌜Ἀποκριθεὶϛ⌝ ὁ Ἰησοῦϛ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείϛ ἐστιν ὃϛ ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούϛ, ἢ ἀδελφάϛ, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούϛ, ἕνεκεν ἐμοῦ καὶ ⌜ἕνεκεν τοῦ⌝ εὐαγγελίου,  30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίαϛ καὶ ἀδελφοὺϛ καὶ ἀδελφὰϛ καὶ μητέραϛ καὶ τέκνα καὶ ἀγρούϛ, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, ⌜καὶ ἔσχατοι⌝ πρῶτοι. 32 ¶Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντεϛ εἰϛ Ἱεροσόλυμα: καὶ ἦν προάγων αὐτοὺϛ ὁ Ἰησοῦϛ, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντεϛ ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺϛ δώδεκα, ἤρξατο αὐτοῖϛ λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν: 33 ὅτι Ἰδού, ἀναβαίνομεν εἰϛ Ἱεροσόλυμα, καὶ ὁ υἱὸϛ τοῦ ἀνθρώπου παραδοθήσεται τοῖϛ ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖϛ ἔθνεσιν, 34 καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν: καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 35 ¶Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβοϛ καὶ Ἰωάννηϛ οἱ υἱοὶ Ζεβεδαίου, λέγοντεϛ, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃϛ ἡμῖν. 36 Ὁ δὲ εἶπεν αὐτοῖϛ, Τί θέλετε ποιῆσαί με ὑμῖν; 37 Οἱ δὲ εἶπον αὐτῷ, Δὸϛ ἡμῖν, ἵνα εἷϛ ἐκ δεξιῶν σου καὶ εἷϛ ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 Ὁ δὲ Ἰησοῦϛ εἶπεν αὐτοῖϛ, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦϛ εἶπεν αὐτοῖϛ, Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε: καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε: 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷϛ ἡτοίμασται. 41 Καὶ ἀκούσαντεϛ οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 Ὁ δὲ Ἰησοῦϛ προσκαλεσάμενοϛ αὐτοὺϛ λέγει αὐτοῖϛ, Οἴδατε ὅτι οἱ δοκοῦντεϛ ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν: καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 Οὐχ οὕτωϛ δὲ ἔσται ἐν ὑμῖν: ἀλλ' ὃϛ ἐὰν θέλῃ γενέσθαι μέγαϛ ἐν ὑμῖν, ἔσται ὑμῶν: διάκονοϛ: 44 καὶ ὃϛ ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτοϛ, ἔσται πάντων δοῦλοϛ. 45 Καὶ γὰρ ὁ υἱὸϛ τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. 46 ¶Καὶ ἔρχονται εἰϛ Ἰεριχώ: καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸϛ Τιμαίου Βαρτίμαιοϛ ὁ τυφλὸϛ ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.  47 Καὶ ἀκούσαϛ ὅτι Ἰησοῦϛ ὁ Ναζωραῖόϛ ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Ὁ ὑιὸϛ Δαυὶδ, Ἰησοῦ, ἐλέησόν με. 48 Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ: ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 Καὶ στὰϛ ὁ Ἰησοῦϛ εἶπεν αὐτὸν φωνηθῆναι: καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντεϛ αὐτῷ, Θάρσει: ἔγειραι, φωνεῖ σε. 50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰϛ ἦλθεν πρὸϛ τὸν Ἰησοῦν. 51 Καὶ ἀποκριθεὶϛ λέγει αὐτῷ ὁ Ἰησοῦϛ, Τί θέλειϛ ποιήσω σοί; Ὁ δὲ τυφλὸϛ εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω. 52 Ὁ δὲ Ἰησοῦϛ εἶπεν αὐτῷ, Ὕπαγε: ἡ πίστιϛ σου σέσωκέν σε. Καὶ εὐθέωϛ ἀνέβλεψεν, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Mark 11

1 Καὶ ὅτε ἐγγίζουσιν εἰϛ Ἱερουσαλήμ, εἰϛ ⌜Βηθσφαγὴ⌝ καὶ Βηθανίαν, πρὸϛ τὸ ὄροϛ τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, 2 καὶ λέγει αὐτοῖϛ, Ὑπάγετε εἰϛ τὴν κώμην τὴν κατέναντι ὑμῶν: καὶ εὐθέωϛ εἰσπορευόμενοι εἰϛ αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶϛ ἀνθρώπων κεκάθικεν: λύσαντεϛ αὐτὸν ἀγάγετε. 3 Καὶ ἐάν τιϛ ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; Εἴπατε, ὅτι Ὁ κύριοϛ αὐτοῦ χρείαν ἔχει: καὶ εὐθέωϛ αὐτὸν ἀποστελλεῖ ὧδε.  4 Ἀπῆλθον δὲ καὶ εὗρον ⌜πῶλον⌝ δεδεμένον πρὸϛ τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5 Καί τινεϛ τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖϛ, Τί ποιεῖτε λύοντεϛ τὸν πῶλον; 6 Οἱ δὲ εἶπον αὐτοῖϛ καθὼϛ ἐνετείλατο ὁ Ἰησοῦϛ: καὶ ἀφῆκαν αὐτούϛ. 7 Καὶ ἤγαγον τὸν πῶλον πρὸϛ τὸν Ἰησοῦν, καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ' αὐτῷ.  8 Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰϛ τὴν ὁδόν: ἄλλοι δὲ στοιβάδαϛ ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰϛ τὴν ὁδόν. 9 Καὶ οἱ προάγοντεϛ καὶ οἱ ἀκολουθοῦντεϛ ἔκραζον, λέγοντεϛ, Ὡσαννά: εὐλογημένοϛ ὁ ἐρχόμενοϛ ἐν ὀνόματι κυρίου: 10 Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι κυρίου τοῦ πατρὸϛ ἡμῶν Δαυίδ: Ὡσαννὰ ἐν τοῖϛ ὑψίστοιϛ. 11 ¶Καὶ εἰσῆλθεν εἰϛ Ἱεροσόλυμα ὁ Ἰησοῦϛ, καὶ εἰϛ τὸ ἱερόν: καὶ περιβλεψάμενοϛ πάντα, ὀψίαϛ ἤδη οὔσηϛ τῆϛ ὥραϛ, ἐξῆλθεν εἰϛ Βηθανίαν μετὰ τῶν δώδεκα. 12 ¶Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίαϛ, ἐπείνασεν. 13 Καὶ ἰδὼν συκῆν μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ: καὶ ἐλθὼν ἐπ' αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα: οὐ γὰρ ἦν καιρὸϛ σύκων. 14 Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ εἶπεν αὐτῇ, Μηκέτι ἐκ σοῦ εἰϛ τὸν αἰῶνα μηδεὶϛ καρπὸν φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15 ¶Καὶ ἔρχονται εἰϛ Ἱεροσόλυμα: καὶ εἰσελθὼν ὁ Ἰησοῦϛ εἰϛ τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺϛ πωλοῦνταϛ καὶ ἀγοράζονταϛ ἐν τῷ ἱερῷ: καὶ τὰϛ τραπέζαϛ τῶν κολλυβιστῶν, καὶ τὰϛ καθέδραϛ τῶν πωλούντων τὰϛ περιστερὰϛ κατέστρεψεν: 16 καὶ οὐκ ἤφιεν ἵνα τιϛ διενέγκῃ σκεῦοϛ διὰ τοῦ ἱεροῦ. 17 Καὶ ἐδίδασκεν, λέγων αὐτοῖϛ, Οὐ γέγραπται ὅτι Ὁ οἶκόϛ μου οἶκοϛ προσευχῆϛ κληθήσεται πᾶσιν τοῖϛ ἔθνεσιν; Ὑμεῖϛ δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. 18 Καὶ ἤκουσαν οἱ γραμματεῖϛ καὶ οἱ ἀρχιερεῖϛ, καὶ ἐζήτουν πῶϛ αὐτὸν ἀπολέσωσιν: ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶϛ ὁ ὄχλοϛ ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 ¶Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆϛ πόλεωϛ. 20 ¶Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 Καὶ ἀναμνησθεὶϛ ὁ Πέτροϛ λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ λέγει αὐτοῖϛ, Ἔχετε πίστιν θεοῦ. 23 Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃϛ ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰϛ τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται: ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. 24 Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ἄν προσευχόμενοι ⌜αἰτῆσθε,⌝ πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. 25 Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινοϛ: ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖϛ οὐρανοῖϛ ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 26 Εἰ δὲ ὑμεῖϛ οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖϛ οὐρανοῖϛ ἀφήσει τὰ παραπτώματα ὑμῶν.  27 ¶Καὶ ἔρχονται πάλιν εἰϛ Ἱεροσόλυμα: καὶ ἐν τῷ ἱερῷ περιπατοῦντοϛ αὐτοῦ, ἔρχονται πρὸϛ αὐτὸν οἱ ἀρχιερεῖϛ καὶ οἱ γραμματεῖϛ καὶ οἱ πρεσβύτεροι, 28 καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖϛ; Καὶ τίϛ σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇϛ; 29 Ὁ δὲ Ἰησοῦϛ ἀποκριθεὶϛ εἶπεν αὐτοῖϛ, Ἐπερωτήσω ὑμᾶϛ καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Ἀποκρίθητέ μοι. 31 Καὶ ἐλογίζοντο πρὸϛ ἑαυτούϛ, λέγοντεϛ, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 Ἀλλ' εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν: ἅπαντεϛ γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντωϛ προφήτηϛ ἦν. 33 Καὶ ἀποκριθέντεϛ λέγουσιν τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦϛ ἀποκριθεὶϛ λέγει αὐτοῖϛ, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Mark 12

1 Καὶ ἤρξατο αὐτοῖϛ ἐν παραβολαῖϛ λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωποϛ, καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖϛ, καὶ ἀπεδήμησεν. 2 Καὶ ἀπέστειλεν πρὸϛ τοὺϛ γεωργοὺϛ τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνοϛ. 3 Οἱ δὲ λαβόντεϛ αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν. 4 Καὶ πάλιν ἀπέστειλεν πρὸϛ αὐτοὺϛ ἄλλον δοῦλον: κἀκεῖνον λιθοβολήσαντεϛ ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον. 5 Καὶ πάλιν ἄλλον ἀπέστειλεν: κἀκεῖνον ἀπέκτειναν: καὶ πολλοὺϛ ἄλλουϛ, τοὺϛ μὲν δέροντεϛ, τοὺϛ δὲ ἀποκτένοντεϛ. 6 Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ αὐτὸν πρὸϛ αὐτοὺϛ ἔσχατον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸϛ ἑαυτοὺϛ ὅτι Οὗτόϛ ἐστιν ὁ κληρονόμοϛ: δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 Καὶ λαβόντεϛ αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνοϛ. 9 Τί οὖν ποιήσει ὁ κύριοϛ τοῦ ἀμπελῶνοϛ; Ἐλεύσεται καὶ ἀπολέσει τοὺϛ γεωργούϛ, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοιϛ. 10 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντεϛ, οὗτοϛ ἐγενήθη εἰϛ κεφαλὴν γωνίαϛ: 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖϛ ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον: ἔγνωσαν γὰρ ὅτι πρὸϛ αὐτοὺϛ τὴν παραβολὴν εἶπεν: καὶ ἀφέντεϛ αὐτὸν ἀπῆλθον. 13 ¶Καὶ ἀποστέλλουσιν πρὸϛ αὐτόν τιναϛ τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 Οἱ δὲ ἐλθόντεϛ λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴϛ εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενόϛ: οὐ γὰρ βλέπειϛ εἰϛ πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείαϛ τὴν ὁδὸν τοῦ θεοῦ διδάσκειϛ: ἔξεστιν κῆνσον Καίσαρι δοῦναι ἢ οὔ; 15 Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼϛ αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖϛ, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. 16 Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖϛ, Τίνοϛ ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαροϛ. 17 Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ εἶπεν αὐτοῖϛ, Ἀπόδοτε τὰ Καίσαροϛ Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ ἐθαύμασαν ἐπ' αὐτῷ. 18 ¶Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸϛ αὐτόν, οἵτινεϛ λέγουσιν ἀνάστασιν μὴ εἶναι: καὶ ἐπηρώτησαν αὐτόν, λέγοντεϛ, 19 Διδάσκαλε, Μωσῆϛ ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινοϛ ἀδελφὸϛ ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸϛ αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ: 20 ἑπτὰ ἀδελφοὶ ἦσαν: καὶ ὁ πρῶτοϛ ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα: 21 καὶ ὁ δεύτεροϛ ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, καὶ οὐδὲ αὐτὸϛ ἀφῆκεν σπέρμα: καὶ ὁ τρίτοϛ ὡσαύτωϛ. 22 Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανεν καὶ ἡ γυνή. 23 Ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνοϛ αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ εἶπεν αὐτοῖϛ, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότεϛ τὰϛ γραφάϛ, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡϛ ἄγγελοι οἱ ἐν τοῖϛ οὐρανοῖϛ. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ ⌜Μωσέωϛ,⌝ ἐπὶ τοῦ βάτου, ὡϛ εἶπεν αὐτῷ ὁ θεόϛ, λέγων, Ἐγὼ ὁ θεὸϛ Ἀβραάμ, καὶ ὁ θεὸϛ Ἰσαάκ, καὶ ὁ θεὸϛ Ἰακώβ;  27 Οὐκ ἔστιν ὁ θεὸϛ νεκρῶν, ἀλλὰ θεὸϛ ζώντων: ὑμεῖϛ οὖν πολὺ πλανᾶσθε. 28 ¶Καὶ προσελθὼν εἷϛ τῶν γραμματέων, ἀκούσαϛ αὐτῶν συζητούντων, εἰδὼϛ ὅτι καλῶϛ αὐτοῖϛ ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν πρώτη πάντων ἐντολή; 29 Ὁ δὲ Ἰησοῦϛ ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πάντων τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ: κύριοϛ ὁ θεὸϛ ἡμῶν, κύριοϛ εἷϛ ἐστίν: 30 καὶ ἀγαπήσειϛ κύριον τὸν θεόν σου ἐξ ὅληϛ τῆϛ καρδίαϛ σου, καὶ ἐξ ὅληϛ τῆϛ ψυχῆϛ σου, καὶ ἐξ ὅληϛ τῆϛ διανοίαϛ σου, καὶ ἐξ ὅληϛ τῆϛ ἰσχύοϛ σου. Αὕτη πρώτη ἐντολή. 31 Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσειϛ τὸν πλησίον σου ὡϛ σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύϛ, Καλῶϛ, διδάσκαλε, ἐπ' ἀληθείαϛ εἶπαϛ ὅτι εἷϛ ἐστιν, καὶ οὐκ ἔστιν ἄλλοϛ πλὴν αὐτοῦ: 33 καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅληϛ τῆϛ καρδίαϛ, καὶ ἐξ ὅληϛ τῆϛ συνέσεωϛ, καὶ ἐξ ὅληϛ τῆϛ ψυχῆϛ, καὶ ἐξ ὅληϛ τῆϛ ἰσχύοϛ, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡϛ ἑαυτόν, πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 Καὶ ὁ Ἰησοῦϛ ἰδὼν αὐτὸν ὅτι νουνεχῶϛ ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆϛ βασιλείαϛ τοῦ θεοῦ. Καὶ οὐδεὶϛ οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 ¶Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶϛ λέγουσιν οἱ γραμματεῖϛ ὅτι ὁ χριστὸϛ υἱόϛ ἐστιν Δαυίδ; 36 Αὐτὸϛ γὰρ Δαυὶδ εἶπεν ἐν πνεύματι ἁγίῳ, Λέγει ὁ κύριοϛ τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕωϛ ἂν θῶ τοὺϛ ἐχθρούϛ σου ὑποπόδιον τῶν ποδῶν σου. 37 Αὐτὸϛ οὖν Δαυὶδ λέγει αὐτὸν κύριον: καὶ πόθεν υἱὸϛ αὐτοῦ ἐστιν; Καὶ ὁ πολὺϛ ὄχλοϛ ἤκουεν αὐτοῦ ἡδέωϛ. 38 ¶Καὶ ἔλεγεν αὐτοῖϛ ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖϛ περιπατεῖν, καὶ ἀσπασμοὺϛ ἐν ταῖϛ ἀγοραῖϛ, 39 καὶ πρωτοκαθεδρίαϛ ἐν ταῖϛ συναγωγαῖϛ, καὶ πρωτοκλισίαϛ ἐν τοῖϛ δείπνοιϛ: 40 οἱ κατεσθίοντεϛ τὰϛ οἰκίαϛ τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι: οὗτοι λήψονται περισσότερον κρίμα. 41 ¶Καὶ καθίσαϛ ὁ Ἰησοῦϛ κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶϛ ὁ ὄχλοϛ βάλλει χαλκὸν εἰϛ τὸ γαζοφυλάκιον: καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. 42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντηϛ. 43 Καὶ προσκαλεσάμενοϛ τοὺϛ μαθητὰϛ αὐτοῦ, λέγει αὐτοῖϛ, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν ⌜βαλλόντων⌝ εἰϛ τὸ γαζοφυλάκιον: 44 πάντεϛ γὰρ ἐκ τοῦ περισσεύοντοϛ αὐτοῖϛ ἔβαλον: αὕτη δὲ ἐκ τῆϛ ὑστερήσεωϛ αὐτῆϛ πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆϛ.

Mark 13

1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷϛ τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 Καὶ ὁ Ἰησοῦϛ ἀποκριθεὶϛ εἶπεν αὐτῷ, Βλέπειϛ ταύταϛ τὰϛ μεγάλαϛ οἰκοδομάϛ; Οὐ μὴ ἀφεθῇ λίθοϛ ἐπὶ λίθῷ, ὃϛ οὐ μὴ καταλυθῇ. 3 ¶Καὶ καθημένου αὐτοῦ εἰϛ τὸ ὄροϛ τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ' ἰδίαν Πέτροϛ καὶ Ἰάκωβοϛ καὶ Ἰωάννηϛ καὶ Ἀνδρέαϛ, 4 Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; 5 Ὁ δὲ Ἰησοῦϛ ἀποκριθεὶϛ αὐτοῖϛ ἤρξατο λέγειν, Βλέπετε μή τιϛ ὑμᾶϛ πλανήσῃ. 6 Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντεϛ ὅτι Ἐγώ εἰμι: καὶ πολλοὺϛ πλανήσουσιν. 7 Ὅταν δὲ ἀκούσητε πολέμουϛ καὶ ἀκοὰϛ πολέμων, μὴ θροεῖσθε: δεῖ γὰρ γενέσθαι: ἀλλ' οὔπω τὸ τέλοϛ. 8 Ἐγερθήσεται γὰρ ἔθνοϛ ἐπὶ ἔθνοϛ, καὶ βασιλεία ἐπὶ βασιλείαν: καὶ ἔσονται σεισμοὶ κατὰ τόπουϛ, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί: ἀρχαὶ ὠδίνων ταῦτα. 9 ¶Βλέπετε δὲ ὑμεῖϛ ἑαυτούϛ: παραδώσουσιν γὰρ ὑμᾶϛ εἰϛ συνέδρια, καὶ εἰϛ συναγωγὰϛ δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰϛ μαρτύριον αὐτοῖϛ. 10 Καὶ εἰϛ πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 Ὅταν δὲ ἀγάγωσιν ὑμᾶϛ παραδιδόντεϛ, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε: ἀλλ' ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε: οὐ γάρ ἐστε ὑμεῖϛ οἱ λαλοῦντεϛ, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 Παραδώσει δὲ ἀδελφὸϛ ἀδελφὸν εἰϛ θάνατον, καὶ πατὴρ τέκνον: καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖϛ, καὶ θανατώσουσιν αὐτούϛ: 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου: ὁ δὲ ὑπομείναϛ εἰϛ τέλοϛ, οὗτοϛ σωθήσεται. 14 ¶Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆϛ ἐρημώσεωϛ, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼϛ ὅπου οὐ δεῖ - ὁ ἀναγινώσκων νοείτω - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰϛ τὰ ὄρη: 15 ὁ δὲ ἐπὶ τοῦ δώματοϛ μὴ καταβάτω εἰϛ τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆϛ οἰκίαϛ αὐτοῦ: 16 καὶ ὁ εἰϛ τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰϛ τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖϛ ἐν γαστρὶ ἐχούσαιϛ καὶ ταῖϛ θηλαζούσαιϛ ἐν ἐκείναιϛ ταῖϛ ἡμέραιϛ. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνοϛ. 19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψιϛ, οἵα οὐ γέγονεν τοιαύτη ἀπ' ἀρχῆϛ κτίσεωϛ ἧϛ ἔκτισεν ὁ θεὸϛ ἕωϛ τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ κύριοϛ ἐκολόβωσεν τὰϛ ἡμέραϛ, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ: ἀλλὰ διὰ τοὺϛ ἐκλεκτούϛ, οὓϛ ἐξελέξατο, ἐκολόβωσεν τὰϛ ἡμέραϛ. 21 ⌜Τότε⌝ ἐάν τιϛ ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ χριστόϛ, ἢ Ἰδού, ἐκεῖ, μὴ πιστεύετε. 22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸϛ τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺϛ ἐκλεκτούϛ. 23 Ὑμεῖϛ δὲ βλέπετε: ἰδού, προείρηκα ὑμῖν πάντα. 24 ¶Ἀλλ' ἐν ἐκείναιϛ ταῖϛ ἡμέραιϛ, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιοϛ σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγοϛ αὐτῆϛ, 25 καὶ οἱ ἀστέρεϛ τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντεϛ, καὶ αἱ δυνάμειϛ αἱ ἐν τοῖϛ οὐρανοῖϛ σαλευθήσονται. 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαιϛ μετὰ δυνάμεωϛ πολλῆϛ καὶ δόξηϛ. 27 Καὶ τότε ἀποστελεῖ τοὺϛ ἀγγέλουϛ αὐτοῦ, καὶ ἐπισυνάξει τοὺϛ ἐκλεκτοὺϛ αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου γῆϛ ἕωϛ ἄκρου οὐρανοῦ. 28 ¶Ἀπὸ δὲ τῆϛ συκῆϛ μάθετε τὴν παραβολήν: ὅταν αὐτῆϛ ἤδη ὁ κλάδοϛ ἁπαλὸϛ γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺϛ τὸ θέροϛ ἐστίν: 29 οὕτωϛ καὶ ὑμεῖϛ, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύϛ ἐστιν ἐπὶ θύραιϛ. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρι οὗ πάντα ταῦτα γένηται. 31 Ὁ οὐρανὸϛ καὶ ἡ γῆ ⌜παρελεύσεται:⌝ οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.  32 Περὶ δὲ τῆϛ ἡμέραϛ ἐκείνηϛ ἢ ὥραϛ οὐδεὶϛ οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ υἱόϛ, εἰ μὴ ὁ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε: οὐκ οἴδατε γὰρ πότε ὁ καιρόϛ ἐστιν. 34 Ὡϛ ἄνθρωποϛ ἀπόδημοϛ ἀφεὶϛ τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺϛ τοῖϛ δούλοιϛ αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν: οὐκ οἴδατε γὰρ πότε ὁ κύριοϛ τῆϛ οἰκίαϛ ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίαϛ, ἢ πρωΐ: 36 μὴ ἐλθὼν ἐξαίφνηϛ εὕρῃ ὑμᾶϛ καθεύδονταϛ. 37 Ἃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, Γρηγορεῖτε.

Mark 14

1 Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέραϛ: καὶ ἐζήτουν οἱ ἀρχιερεῖϛ καὶ οἱ γραμματεῖϛ πῶϛ αὐτὸν ἐν δόλῳ κρατήσαντεϛ ἀποκτείνωσιν: 2 ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβοϛ ἔσται τοῦ λαοῦ. 3 ¶Καὶ ὄντοϛ αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνοϛ τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆϛ πολυτελοῦϛ: καὶ συντρίψασα ⌜τὸ⌝ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆϛ κεφαλῆϛ. 4 Ἦσαν δέ τινεϛ ἀγανακτοῦντεϛ πρὸϛ ἑαυτούϛ, καὶ λέγοντεϛ, Εἰϛ τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖϛ πτωχοῖϛ. Καὶ ἐνεβριμῶντο αὐτῇ. 6 Ὁ δὲ Ἰησοῦϛ εἶπεν, Ἄφετε αὐτήν: τί αὐτῇ κόπουϛ παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. 7 Πάντοτε γὰρ τοὺϛ πτωχοὺϛ ἔχετε μεθ' ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺϛ εὖ ποιῆσαι: ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 Ὃ ἔσχεν αὕτη ἐποίησεν: προέλαβεν μυρίσαι μου τὸ σῶμα εἰϛ τὸν ἐνταφιασμόν. 9 Ἀμὴν ⌜λέγω⌝ ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰϛ ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰϛ μνημόσυνον αὐτῆϛ. 10 ¶Καὶ ὁ Ἰούδαϛ ὁ Ἰσκαριώτηϛ, εἷϛ τῶν δώδεκα, ἀπῆλθεν πρὸϛ τοὺϛ ἀρχιερεῖϛ, ἵνα παραδῷ αὐτὸν αὐτοῖϛ. 11 Οἱ δὲ ἀκούσαντεϛ ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι: καὶ ἐζήτει πῶϛ εὐκαίρωϛ αὐτὸν παραδῷ. 12 ¶Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλειϛ ἀπελθόντεϛ ⌜ἑτοιμάσωμεν⌝ ἵνα φάγῃϛ τὸ Πάσχα; 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖϛ, Ὑπάγετε εἰϛ τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωποϛ κεράμιον ὕδατοϛ βαστάζων: ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλοϛ λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 Καὶ αὐτὸϛ ὑμῖν δείξει ⌜ἀνώγεον⌝ μέγα ἐστρωμένον ἕτοιμον: ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰϛ τὴν πόλιν, καὶ εὗρον καθὼϛ εἶπεν αὐτοῖϛ, καὶ ἡτοίμασαν τὸ Πάσχα. 17 ¶Καὶ ὀψίαϛ γενομένηϛ ἔρχεται μετὰ τῶν δώδεκα. 18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦϛ, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷϛ ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ' ἐμοῦ. 19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷϛ καθ' εἷϛ, Μήτι ἐγώ; Καὶ ἄλλοϛ, Μήτι ἐγώ; 20 Ὁ δὲ ἀποκριθεὶϛ εἶπεν αὐτοῖϛ, Εἷϛ ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενοϛ μετ' ἐμοῦ εἰϛ τὸ τρυβλίον. 21 Ὁ μὲν υἱὸϛ τοῦ ἀνθρώπου ὑπάγει, καθὼϛ γέγραπται περὶ αὐτοῦ: οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ ὁ υἱὸϛ τοῦ ἀνθρώπου παραδίδοται: καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωποϛ ἐκεῖνοϛ. 22 ¶Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦϛ ἄρτον εὐλογήσαϛ ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖϛ, καὶ εἶπεν, Λάβετε, φάγετε: τοῦτό ἐστιν τὸ σῶμά μου. 23 Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσαϛ ἔδωκεν αὐτοῖϛ: καὶ ἔπιον ἐξ αὐτοῦ πάντεϛ. 24 Καὶ εἶπεν αὐτοῖϛ, Τοῦτό ἐστιν τὸ αἷμά μου, τὸ τῆϛ καινῆϛ διαθήκηϛ, τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματοϛ τῆϛ ἀμπέλου, ἕωϛ τῆϛ ἡμέραϛ ἐκείνηϛ ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 26 ¶Καὶ ὑμνήσαντεϛ ἐξῆλθον εἰϛ τὸ ὄροϛ τῶν Ἐλαιῶν. 27 ¶Καὶ λέγει αὐτοῖϛ ὁ Ἰησοῦϛ ὅτι Πάντεϛ σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ: ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. 28 Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶϛ εἰϛ τὴν Γαλιλαίαν. 29 Ὁ δὲ Πέτροϛ ἔφη αὐτῷ, Καὶ εἰ πάντεϛ σκανδαλισθήσονται, ἀλλ' οὐκ ἐγώ. 30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦϛ, Ἀμὴν λέγω σοι, ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶϛ ἀλέκτορα φωνῆσαι, τρὶϛ ἀπαρνήσῃ με. 31 Ὁ δὲ ἐκπερισσοῦ ἔλεγεν μᾶλλον, Ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. Ὡσαύτωϛ δὲ καὶ πάντεϛ ἔλεγον. 32 ¶Καὶ ἔρχονται εἰϛ χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ: καὶ λέγει τοῖϛ μαθηταῖϛ αὐτοῦ, Καθίσατε ὧδε, ἕωϛ προσεύξωμαι. 33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ' ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ λέγει αὐτοῖϛ, Περίλυπόϛ ἐστιν ἡ ψυχή μου ἕωϛ θανάτου: μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 Καὶ προσελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆϛ γῆϛ, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ' αὐτοῦ ἡ ὥρα. 36 Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ἀπ' ἐμοῦ τοῦτο: ἀλλ' οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺϛ καθεύδονταϛ, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδειϛ; Οὐκ ἴσχυσαϛ μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰϛ πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενήϛ. 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ ὑποστρέψαϛ εὗρεν αὐτοὺϛ πάλιν καθεύδονταϛ: ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν. 41 Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖϛ, Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει: ἦλθεν ἡ ὥρα: ἰδού, παραδίδοται ὁ υἱὸϛ τοῦ ἀνθρώπου εἰϛ τὰϛ χεῖραϛ τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν: ἰδού, ὁ παραδιδούϛ με ἤγγικεν. 43 ¶Καὶ εὐθέωϛ, ἔτι αὐτοῦ λαλοῦντοϛ, παραγίνεται Ἰούδαϛ, εἷϛ ὢν τῶν δώδεκα, καὶ μετ' αὐτοῦ ὄχλοϛ πολὺϛ μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ ὁ παραδιδοὺϛ αὐτὸν σύσσημον αὐτοῖϛ, λέγων, Ὃν ἂν φιλήσω, αὐτόϛ ἐστιν: κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶϛ. 45 Καὶ ἐλθών, εὐθέωϛ προσελθὼν αὐτῷ λέγει αὐτῷ, Ῥαββί, ῥαββί: καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ ἐπέβαλον ἐπ' αὐτὸν τὰϛ χεῖραϛ αὐτῶν, καὶ ἐκράτησαν αὐτόν. 47 Εἷϛ δέ τιϛ τῶν παρεστηκότων σπασάμενοϛ τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέωϛ, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.  48 Καὶ ἀποκριθεὶϛ ὁ Ἰησοῦϛ εἶπεν αὐτοῖϛ, Ὡϛ ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 Καθ' ἡμέραν ἤμην πρὸϛ ὑμᾶϛ ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με: ἀλλ' ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 Καὶ ἀφέντεϛ αὐτὸν πάντεϛ ἔφυγον. 51 ¶Καὶ εἷϛ τιϛ νεανίσκοϛ ἠκολούθησεν αὐτῷ, περιβεβλημένοϛ σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι: 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸϛ ἔφυγεν ἀπ' αὐτῶν. 53 ¶Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸϛ τὸν ἀρχιερέα: καὶ συνέρχονται αὐτῷ πάντεϛ οἱ ἀρχιερεῖϛ καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖϛ. 54 Καὶ ὁ Πέτροϛ ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕωϛ ἔσω εἰϛ τὴν αὐλὴν τοῦ ἀρχιερέωϛ: καὶ ἦν συγκαθήμενοϛ μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενοϛ πρὸϛ τὸ φῶϛ. 55 Οἱ δὲ ἀρχιερεῖϛ καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰϛ τὸ θανατῶσαι αὐτόν: καὶ οὐχ εὕρισκον.  56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ' αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινεϛ ἀναστάντεϛ ἐψευδομαρτύρουν κατ' αὐτοῦ, λέγοντεϛ 58 ὅτι Ἡμεῖϛ ἠκούσαμεν αὐτοῦ λέγοντοϛ ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 Καὶ οὐδὲ οὕτωϛ ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 Καὶ ἀναστὰϛ ὁ ἀρχιερεὺϛ εἰϛ μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61 Ὁ δὲ ἐσιώπα, καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺϛ ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστόϛ, ὁ υἱὸϛ τοῦ εὐλογητοῦ; 62 Ὁ δὲ Ἰησοῦϛ εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆϛ δυνάμεωϛ, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 Ὁ δὲ ἀρχιερεὺϛ διαρρήξαϛ τοὺϛ χιτῶναϛ αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε τῆϛ βλασφημίαϛ: τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντεϛ κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινεϛ ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον: καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⌜ἔβαλλον.⌝  66 ¶Καὶ ὄντοϛ τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέωϛ, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. 68 Ὁ δὲ ἠρνήσατο, λέγων, Οὐκ οἶδα, ⌜οὐδὲ⌝ ἐπίσταμαι τί σὺ λέγειϛ. Καὶ ἐξῆλθεν ἔξω εἰϛ τὸ προαύλιον: καὶ ἀλέκτωρ ἐφώνησεν. 69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖϛ παρεστηκόσιν ὅτι Οὗτοϛ ἐξ αὐτῶν ἐστίν. 70 Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτεϛ ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶϛ ἐξ αὐτῶν εἶ: καὶ γὰρ Γαλιλαῖοϛ εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτροϛ τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦϛ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δίϛ, ἀπαρνήσῃ με τρίϛ. Καὶ ἐπιβαλὼν ἔκλαιεν.

Mark 15

1 Καὶ εὐθέωϛ ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντεϛ οἱ ἀρχιερεῖϛ μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντεϛ τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. 2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτοϛ, Σὺ εἶ ὁ βασιλεὺϛ τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶϛ εἶπεν αὐτῷ, Σὺ λέγειϛ. 3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖϛ πολλά: 4 ὁ δὲ Πιλάτοϛ πάλιν ἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου καταμαρτυροῦσιν.  5 Ὁ δὲ Ἰησοῦϛ οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον. 6 ¶Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖϛ ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. 7 Ἦν δὲ ὁ λεγόμενοϛ Βαραββᾶϛ μετὰ τῶν συστασιαστῶν δεδεμένοϛ, οἵτινεϛ ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8 Καὶ ἀναβοήσαϛ ὁ ὄχλοϛ ἤρξατο αἰτεῖσθαι καθὼϛ ἀεὶ ἐποίει αὐτοῖϛ. 9 Ὁ δὲ Πιλάτοϛ ἀπεκρίθη αὐτοῖϛ, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖϛ. 11 Οἱ δὲ ἀρχιερεῖϛ ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖϛ. 12 Ὁ δὲ Πιλάτοϛ ἀποκριθεὶϛ πάλιν εἶπεν αὐτοῖϛ, Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; 13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14 Ὁ δὲ Πιλάτοϛ ἔλεγεν αὐτοῖϛ, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσοτέρωϛ ἔκραξαν, Σταύρωσον αὐτόν. 15 Ὁ δὲ Πιλάτοϛ βουλόμενοϛ τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖϛ τὸν Βαραββᾶν: καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσαϛ, ἵνα σταυρωθῇ. 16 ¶Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆϛ αὐλῆϛ, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντεϛ ἀκάνθινον στέφανον, 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, ⌜ὁ βασιλεὺϛ⌝ τῶν Ἰουδαίων: 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντεϛ τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. ¶Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. 21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ' ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστιν μεθερμηνευόμενον, Κρανίου Τόποϛ. 23 Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον: ὁ δὲ οὐκ ἔλαβεν. 24 Καὶ σταυρώσαντεϛ αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντεϛ κλῆρον ἐπ' αὐτά, τίϛ τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆϛ αἰτίαϛ αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺϛ τῶν Ἰουδαίων. 27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάϛ, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.  29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντεϛ τὰϛ κεφαλὰϛ αὐτῶν, καὶ λέγοντεϛ, Οὐά, ὁ καταλύων τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραιϛ οἰκοδομῶν, 30 σῶσον σεαυτόν, καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31 Ὁμοίωϛ καὶ οἱ ἀρχιερεῖϛ ἐμπαίζοντεϛ πρὸϛ ἀλλήλουϛ μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλουϛ ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32 Ὁ χριστὸϛ ὁ βασιλεὺϛ τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⌜πιστεύσωμεν αὐτῷ.⌝ Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν. 33 ¶Γενομένηϛ δὲ ὥραϛ ἕκτηϛ, σκότοϛ ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕωϛ ὥραϛ ἐνάτηϛ. 34 Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦϛ φωνῇ μεγάλῃ, λέγων, Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανι; Ὅ ἐστιν μεθερμηνευόμενον, Ὁ θεόϛ μου, ὁ θεόϛ μου, εἰϛ τί με ἐγκατέλιπεϛ; 35 Καί τινεϛ τῶν παρεστηκότων ἀκούσαντεϛ ἔλεγον, Ἰδού, Ἠλίαν φωνεῖ. 36 Δραμὼν δὲ εἷϛ, καὶ γεμίσαϛ σπόγγον ὄξουϛ, περιθείϛ τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίαϛ καθελεῖν αὐτόν. 37 Ὁ δὲ Ἰησοῦϛ ἀφεὶϛ φωνὴν μεγάλην ἐξέπνευσεν. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰϛ δύο ἀπὸ ἄνωθεν ἕωϛ κάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼϛ ἐξ ἐναντίαϛ αὐτοῦ ὅτι οὕτωϛ κράξαϛ ἐξέπνευσεν, εἶπεν, Ἀληθῶϛ ὁ ἄνθρωποϛ οὗτοϛ υἱὸϛ ἦν θεοῦ. 40 Ἦσαν δὲ καὶ γυναῖκεϛ ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷϛ ἦν καὶ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41 αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰϛ Ἱεροσόλυμα. 42 ¶Καὶ ἤδη ὀψίαϛ γενομένηϛ, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστιν ⌜προσάββατον,⌝  43 ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίαϛ, εὐσχήμων βουλευτήϛ, ὃϛ καὶ αὐτὸϛ ἦν προσδεχόμενοϛ τὴν βασιλείαν τοῦ θεοῦ: τολμήσαϛ εἰσῆλθεν πρὸϛ Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 Ὁ δὲ Πιλάτοϛ ἐθαύμασεν εἰ ἤδη τέθνηκεν: καὶ προσκαλεσάμενοϛ τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν. 45 Καὶ γνοὺϛ ἀπὸ τοῦ κεντυρίωνοϛ, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσαϛ σινδόνα, καὶ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτραϛ: καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

Mark 16

1 Καὶ διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⌜Ἰακώβου⌝ καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 Καὶ λίαν πρωῒ τῆϛ μιᾶϛ σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντοϛ τοῦ ἡλίου. 3 Καὶ ἔλεγον πρὸϛ ἑαυτάϛ, Τίϛ ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆϛ θύραϛ τοῦ μνημείου; 4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθοϛ: ἦν γὰρ μέγαϛ σφόδρα. 5 Καὶ εἰσελθοῦσαι εἰϛ τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖϛ δεξιοῖϛ, περιβεβλημένον στολὴν λευκήν: καὶ ἐξεθαμβήθησαν. 6 Ὁ δὲ λέγει αὐταῖϛ, Μὴ ἐκθαμβεῖσθε: Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον: ἠγέρθη, οὐκ ἔστιν ὧδε: ἴδε, ὁ τόποϛ ὅπου ἔθηκαν αὐτόν. 7 Ἀλλ' ὑπάγετε, εἴπατε τοῖϛ μαθηταῖϛ αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶϛ εἰϛ τὴν Γαλιλαίαν: ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼϛ εἶπεν ὑμῖν. 8 Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου: εἶχεν δὲ αὐτὰϛ τρόμοϛ καὶ ἔκστασιϛ: καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.  9 ¶Ἀναστὰϛ δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧϛ ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 Ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖϛ μετ' αὐτοῦ γενομένοιϛ, πενθοῦσιν καὶ κλαίουσιν. 11 Κἀκεῖνοι ἀκούσαντεϛ ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆϛ ἠπίστησαν. 12 ¶Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοιϛ εἰϛ ἀγρόν. 13 Κἀκεῖνοι ἀπελθόντεϛ ἀπήγγειλαν τοῖϛ λοιποῖϛ: οὐδὲ ἐκείνοιϛ ἐπίστευσαν. 14 ¶Ὕστερον ἀνακειμένοιϛ αὐτοῖϛ τοῖϛ ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖϛ θεασαμένοιϛ αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 Καὶ εἶπεν αὐτοῖϛ, Πορευθέντεϛ εἰϛ τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 Ὁ πιστεύσαϛ καὶ βαπτισθεὶϛ σωθήσεται: ὁ δὲ ἀπιστήσαϛ κατακριθήσεται. 17 Σημεῖα δὲ τοῖϛ πιστεύσασιν ταῦτα παρακολουθήσει: ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν: γλώσσαιϛ λαλήσουσιν καιναῖϛ: 18 ὄφειϛ ἀροῦσιν: κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺϛ βλάψῃ: ἐπὶ ἀρρώστουϛ χεῖραϛ ἐπιθήσουσιν, καὶ καλῶϛ ἕξουσιν. 19 ¶Ὁ μὲν οὖν κύριοϛ, μετὰ τὸ λαλῆσαι αὐτοῖϛ, ἀνελήφθη εἰϛ τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. 20 Ἐκεῖνοι δὲ ἐξελθόντεϛ ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντοϛ, καὶ τὸν λόγον βεβαιοῦντοϛ διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

No comments:

Post a Comment